[2]
Καλλιόπης μ ὲν ο ὖν κ α ὶ Ο ἰάγρου, κ α τ ᾽ ἐπίκλησιν δ ὲ Ἀπόλλωνος, Λίνος, ὃν Ἡρακλῆς ἀπέκτεινε, κ α ὶ Ὀρφεὺς ὁ ἀσκήσας κιθαρῳδίαν, ὃς ᾁδ ω ν ἐκίνει λίθους τ ε κ α ὶ δένδρα. ἀποθανούσης δ ὲ Ε ὐρυδίκης τ ῆς γυναικὸς α ὐτ ο ῦ, δηχθείσης ὑπ ὸ ὄφεως, κ α τ ῆλ θ ε ν ε ἰς Ἅιδου θέλων ἀνάγειν α ὐτήν, κ α ὶ Πλούτωνα ἔπεισεν ἀναπέμψαι. ὁ δ ὲ ὑπέσχετο τ ο ῦτ ο ποιήσειν, ἂν μ ὴ πορευόμενος Ὀρφεὺς ἐπιστραφῇ π ρ ὶν ε ἰς τ ὴν ο ἰκίαν α ὑτ ο ῦ παραγενέσθαι: ὁ δ ὲ ἀπιστῶν ἐπιστραφεὶς ἐθεάσατο τ ὴν γ υ ν α ῖκ α , ἡ δ ὲ πάλιν ὑπέστρεψεν. ε ὗρ ε δ ὲ Ὀρφεὺς κ α ὶ τ ὰ Διονύσου μυστήρια, κ α ὶ τέθαπται π ε ρ ὶ τ ὴν Πιερίαν διασπασθεὶς ὑπ ὸ τ ῶν μαινάδων.
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.