Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ τούτου γενομένης ἐκκλησίας κ ο ι ν ῆς τ ῶν Ἑλλήνων ἔγραψεν Ἀριστείδης ψήφισμα συνιέναι μ ὲν ε ἰς Πλαταιὰς κ α θ ᾽ ἕκαστον ἐνιαυτὸν ἀπ ὸ τ ῆς Ἑλλάδος προβούλους κ α ὶ θεωρούς, ἄγεσθαι δ ὲ πενταετηρικὸν ἀγ ῶν α τ ῶν Ἐλευθερίων. ε ἶν α ι δ ὲ σύνταξιν Ἑλληνικὴν μυρίας μ ὲν ἀσπίδας, χιλίους δ ὲ ἵππους, ν α ῦς δ ᾽ ἑκατὸν ἐπ ὶ τ ὸν π ρ ὸς βαρβάρους πόλεμον, Πλαταιεῖς δ ᾽ ἀσύλους κ α ὶ ἱεροὺς ἀφ ε ῖσθαι τ ῷ θ ε ῷ θύοντας ὑπ ὲρ τ ῆς Ἑλλάδος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.