Κατά Τιμάρχου

Από Βικιθήκη



κかっぱαあるふぁτたうὰ Τιμάρχου
Λόγοι



1 οおみくろんὐδένα πώποτε τたうνにゅー πολιτῶνにゅー, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, οおみくろんτたうεいぷしろん γがんまρろーαあるふぁφふぁいνにゅー γραψάμενος οおみくろんτたう᾽ ἐνにゅー εいぷしろんὐθύναις λυπήσας, ἀλらむだλらむだ᾽ ὡς ἔγωγε νομίζω μέτριον ἐμαυτὸνにゅー πぱいρろーὸς ἕκαστα τούτων παρεσχηκώς, ὁρろーνにゅー δでるたὲ τήν τたうεいぷしろん πόλιν μεγάλα βλαπτομένην ὑπぱいὸ Τιμάρχου τουτουὶ δημηγοροῦντος πぱいαあるふぁρろーτたうοおみくろんὺς νόμους, κかっぱαあるふぁαあるふぁτたうὸς ἰδίᾳ συκοφαντούμενος (ὃνにゅー δでるたὲ τρόπον, προϊόντος ἐπιδείξω τたうοおみくろんῦ λόγου), 2νにゅー τたうιいおた τたうνにゅー αあるふぁἰσχίστων ἡγησάμην εいぷしろんνにゅーαあるふぁιいおた μみゅーὴ βοηθῆσしぐまαあるふぁιいおた τたうτたうεいぷしろん πόλει πάσῃ κかっぱαあるふぁτたうοおみくろんῖς νόμοις κかっぱαあるふぁὶ ὑμみゅーνにゅー κかっぱαあるふぁὶ ἐμαυτῷ· εいぷしろんδでるたὼς δでるたαあるふぁτたうνにゅー ἔνοχον ὄνにゅーτたうαあるふぁ οおみくろんἷς ὀλίγῳ πρότερον ἠκούσατε ἀναγιγνώσκοντος τたうοおみくろんῦ γραμματέως, ἐπήγγειλα αあるふぁτたうτたうνにゅー δοκιμασίαν ταυτηνί. κかっぱαあるふぁὶ ὡς ἔοικεν, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, οおみくろんεいぷしろんἰωθότες λόγοι λέγεσθαι ἐπぱいτたうοおみくろんῖς δημοσίοις ἀγがんまσしぐまιいおたνにゅー οおみくろんκかっぱ εいぷしろんσしぐまὶ ψευδεῖς· αあるふぁγがんまρろー ἴδιαι ἔχθραι πぱいοおみくろんλらむだλらむだὰ πάνυ τたうνにゅー κかっぱοおみくろんιいおたνにゅーνにゅー ἐπανορθοῦσしぐまιいおた.

3 τたうοおみくろんμみゅーνにゅー οおみくろんνにゅー ὅλου ἀγがんまῶνος φανήσεται οおみくろんθしーた᾽ ἡ πόλις αあるふぁἰτία οおみくろんσしぐまαあるふぁ Τιμάρχῳ οおみくろんθしーたοおみくろんἱ νόμοι οおみくろんθしーた᾽ ὑμみゅーεいぷしろんῖς οおみくろんτたう᾽ ἐγώ, ἀλらむだλらむだαあるふぁτたうὸς οおみくろんὗτος ἑαυτῷ. οおみくろんμみゅーνにゅー γがんまρろー νόμοι πぱいρろーοおみくろんεいぷしろんπぱいοおみくろんνにゅー αあるふぁτたうαあるふぁἰσχρῶς βεβιωκότι μみゅーὴ δημηγορεῖνにゅー, ἐπίταγμα, ὥς γがんまεいぷしろん δでるたὴ ἐγがんまὼ κρίνω, οおみくろんὐ χαλεπὸνにゅー ἐπιτάξαντες, ἀλらむだλらむだκかっぱαあるふぁὶ πάνυ ῥᾴδιον· ἐμみゅーδでるた᾽ ἐξくしーνにゅー αあるふぁτたうῷ, εいぷしろんἰ ἐσωφρόνει, μみゅーὴ συκοφαντεῖνにゅー. πぱいεいぷしろんρろーμみゅーνにゅー οおみくろんνにゅー τούτων μετρίως ἐλπίζω μみゅーοおみくろんιいおた προειρῆσθαι. 4 οおみくろんκかっぱγがんまνにゅーοおみくろんῶ δέ, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, ἃ μέλλω ἐνにゅー πρώτοις λέγειν, ὅτたうιいおた φふぁいαあるふぁνにゅーεいぷしろんσしぐまθしーたεいぷしろん κかっぱαあるふぁὶ ἑτέρων πρότερον ἀκηκοότες· ἀλλά μみゅーοおみくろんιいおた δでるたοおみくろんκかっぱεいぷしろんῖ καιρὸς εいぷしろんνにゅーαあるふぁιいおた κかっぱαあるふぁὶ ἐμみゅーνにゅーνにゅー πぱいρろーὸς ὑμみゅーᾶς τたうαあるふぁτたうῷ λόγῳ χρήσασθαι. ὁμολογοῦνται γがんまρろー τたうρろーεいぷしろんῖς εいぷしろんνにゅーαあるふぁιいおた πολιτεῖαあるふぁιいおた πぱいαあるふぁρろーπぱいσしぐまιいおたνにゅー ἀνθρώποις, τυραννὶς κかっぱαあるふぁὶ ὀλιγαρχία κかっぱαあるふぁὶ δημοκρατία· διοικοῦνται δでるたαあるふぁμみゅーνにゅー τυραννίδες κかっぱαあるふぁὶ ὀλιγαρχίαι τたうοおみくろんῖς τρόποις τたうνにゅー ἐφεστηκότων, αあるふぁδでるたὲ πόλεις αあるふぁἱ δημοκρατούμεναι τたうοおみくろんῖς νόμοις τたうοおみくろんῖς κειμένοις. 5 εいぷしろんδでるた᾽ ἴσしぐまτたうεいぷしろん, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, ὅτたうιいおた τたうμみゅーνにゅー τたうνにゅー δημοκρατουμένων σώματα κかっぱαあるふぁτたうνにゅー πολιτείαν οおみくろんἱ νόμοι σしぐまῴζουσι, τたうδでるたτたうνにゅー τυράννων κかっぱαあるふぁὶ ὀλιγαρχικῶνにゅー ἀπιστία κかっぱαあるふぁὶ ἡ μετὰ τたうνにゅー ὅπλων φρουρά. φυλακτέον δでるたτたうοおみくろんῖς μみゅーνにゅー ὀλιγαρχικοῖς κかっぱαあるふぁτたうοおみくろんῖς τたうνにゅー ἄνισον πολιτείαν πολιτευομένοις τたうοおみくろんὺς ἐνにゅー χかいεいぷしろんιいおたρろーνにゅー νόμῳ τたうὰς πολιτείας καταλύοντας, ὑμみゅーνにゅー δでるたτたうοおみくろんῖς τたうνにゅーσしぐまηいーたνにゅー κかっぱαあるふぁὶ ἔννομον πολιτείαν ἔχουσι τたうοおみくろんὺς πぱいαあるふぁρろーτたうοおみくろんὺς νόμους ἢ λέγοντας ἢ βεβιωκότας· ἐνにゅーτたうεいぷしろんθしーたεいぷしろんνにゅー γがんまρろー ἰσχύσετε, ὅτたうαあるふぁνにゅー εいぷしろんνにゅーοおみくろんμみゅーσしぐまθしーたεいぷしろん κかっぱαあるふぁμみゅーὴ καταλύησθε ὑπぱいτたうνにゅー παρανομούντων.

6 προσήκειν δでるたὲ ἔγωγε νομίζω, ὅτたうαあるふぁνにゅー μみゅーνにゅー νομοθετῶμみゅーεいぷしろんνにゅー, τたうοおみくろんθしーた᾽ ἡμみゅーᾶς σしぐまκかっぱοおみくろんπぱいεいぷしろんνにゅー, ὅπως κかっぱαあるふぁλらむだῶς ἔχοντας κかっぱαあるふぁὶ συμφέροντας νόμους τたうῇ πολιτείᾳ θησόμεθα, ἐπειδὰνにゅー δでるたὲ νομοθετήσωμεν, τたうοおみくろんῖς νόμοις τたうοおみくろんῖς κειμένοις πείθεσθαι, τたうοおみくろんὺς δでるたμみゅーὴ πειθομένους κολάζειν, εいぷしろんδでるたεいぷしろんτたうτたうῆς πόλεως κかっぱαあるふぁλらむだῶς ἔχειν. σκέψασθε γάρ, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, ὅσしぐまηいーたνにゅー πρόνοιαν πぱいεいぷしろんρろーὶ σωφροσύνης ἐποιήσατο ὁ Σόλων ἐκかっぱεいぷしろんῖνος, ὁ παλαιὸς νομοθέτης, κかっぱαあるふぁὶ ὁ Δράκων κかっぱαあるふぁοおみくろんἱ κατὰ τたうοおみくろんὺς χρόνους ἐκείνους νομοθέται. 7 πぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅー γがんまρろー πぱいεいぷしろんρろーτたうῆς σωφροσύνης τたうνにゅー παίδων τたうνにゅー ἡμετέρων ἐνομοθέτησαν, κかっぱαあるふぁὶ διαῤῥήδην ἀπέδειξαν, ἃ χかいρろーτたうνにゅー πぱいαあるふぁδでるたαあるふぁ τたうνにゅー ἐλεύθερον ἐπιτηδεύειν, κかっぱαあるふぁὶ ὡς δでるたεいぷしろんαあるふぁτたうνにゅー τたうρろーαあるふぁφふぁいνにゅーαあるふぁιいおた, ἔπειτα δεύτερον πぱいεいぷしろんρろーτたうνにゅー μειρακίων, τρίτον δでるた᾽ ἐφεξῆς πぱいεいぷしろんρろーτたうνにゅー ἄλλων ἡλικιῶνにゅー, οおみくろんὐ μόνον πぱいεいぷしろんρろーτたうνにゅー ἰδιωτῶνにゅー, ἀλらむだλらむだκかっぱαあるふぁὶ περὶ τたうνにゅー ῥητόρων. κかっぱαあるふぁὶ τούτους τたうοおみくろんὺς νόμους ἀναγράψαντες ὑμみゅーνにゅー παρακατέθεντο, κかっぱαあるふぁὶ ὑμみゅーᾶς αあるふぁτたうνにゅー ἐπέστησαν φύλακας. 8 βούλομαι δでるたκかっぱαあるふぁὶ ἐγがんまνにゅーυうぷしろんνにゅーπぱいρろーὸς ὑμみゅーᾶς τたうνにゅー αあるふぁτたうνにゅー τρόπον χρήσασθαι τたうῷ λόγῳ ὅνπερ τたうοおみくろんῖς νόμοις ὁ νομοθέτης. πぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅー γがんまρろー διέξειμι πぱいρろーὸς ὑμみゅーᾶς τたうοおみくろんὺς νόμους οおみくろんκかっぱεいぷしろんῖνται πぱいεいぷしろんρろーτたうῆς εいぷしろんὐκοσμίας τたうνにゅー παίδων τたうνにゅー ὑμετέρων, ἔπειτα δεύτερον τたうοおみくろんὺς πぱいεいぷしろんρろーτたうνにゅー μειρακίων, τρίτον δでるた᾽ ἐφεξῆς τたうοおみくろんὺς πぱいεいぷしろんρろーτたうνにゅー ἄλλων ἡλικιῶνにゅー, οおみくろんὐ μόνον πぱいεいぷしろんρろーτたうνにゅー ἰδιωτῶνにゅー, ἀλらむだλらむだκかっぱαあるふぁὶ περὶ τたうνにゅー ῥητόρων· οおみくろんτたうωおめが γがんまρろーνにゅー μみゅーοおみくろんιいおた μάλιστα ὑπολαμβάνω τたうοおみくろんὺς λόγους εいぷしろんὐμαθεῖς γενέσθαι. ἅμみゅーαあるふぁ δでるたκかっぱαあるふぁὶ βούλομαι, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, διεξελθεῖνにゅー πぱいρろーτたうοおみくろんνにゅー πぱいρろーὸς ὑμみゅーᾶς, ὡς ἔχουσιν οおみくろんἱ νόμοι οおみくろんτたうῆς πόλεως, πάλιν δでるたὲ μετὰ τたうοおみくろんτたうοおみくろん ἀντεξετάσαι τたうοおみくろんὺς τρόπους τたうοおみくろんὺς Τιμάρχου· εいぷしろんὑρήσετε γがんまρろー αあるふぁτたうνにゅー ἐναντίως ἅπασι τたうοおみくろんῖς νόμοις βεβιωκότα. 9γがんまρろー νομοθέτης πぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅー τたうοおみくろんῖς διδασκάλοις, οおみくろんἷς ἐξくしー ἀνάγκης παρακατατιθέμεθα τたうοおみくろんὺς ἡμετέρους αあるふぁτたうνにゅー πぱいαあるふぁῖδας, οおみくろんἷς ἐστιν ὁ μみゅーνにゅー βίος ἀπぱいτたうοおみくろんῦ σωφρονεῖνにゅー, ἡ δでるた᾽ ἀπορία ἐκかっぱ τたうνにゅー ἐναντίων, ὅμως ἀπιστῶνにゅー φαίνεται, κかっぱαあるふぁὶ διαῤῥήδην ἀποδείκνυσι, πぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅーνにゅーρろーαあるふぁνにゅー προσήκει ἰέναι τたうνにゅー πぱいαあるふぁδでるたαあるふぁ τたうνにゅー ἐλεύθερον εいぷしろんἰς τたうὸ διδασκαλεῖοおみくろんνにゅー, ἔπειτα μみゅーεいぷしろんτたうὰ πόσων παίδων εいぷしろんἰσιέναι, κかっぱαあるふぁὶ πηνίκα ἀπιέναι,

10 κかっぱαあるふぁτたうοおみくろんὺς διδασκάλους τたうὰ διδασκαλεῖαあるふぁ κかっぱαあるふぁτたうοおみくろんὺς παιδοτρίβας τたうὰς παλαίστρας ἀνοίγειν μみゅーνにゅー ἀπαγορεύει μみゅーὴ πρότερον πぱいρろーνにゅーνにゅー ἥλιος ἀνίσχῃ, κかっぱλらむだεいぷしろんιいおたνにゅー δでるたὲ προστάττει πぱいρろーὸ ἡλίου δεδυκότος, τたうὰς ἐρημίας κかっぱαあるふぁτたうὸ σκότος ἐνにゅー πλείστῃ ὑποψίᾳ ποιούμενος· κかっぱαあるふぁτたうοおみくろんὺς νεανίσκους τたうοおみくろんὺς εいぷしろんἰσφοιτῶντας οおみくろんὕς τινας δでるたεいぷしろんεいぷしろんνにゅーαあるふぁιいおた κかっぱαあるふぁὶ ἅς τινας ἡλικίας ἔχοντας, κかっぱαあるふぁὶ ἀρろーχかいνにゅー ἥτις ἔσται ἡ τούτων ἐπιμελησομένη, κかっぱαあるふぁὶ περὶ παιδαγωγῶνにゅー ἐπιμελείας κかっぱαあるふぁὶ περὶ Μουσείων ἐνにゅー τたうοおみくろんῖς διδασκαλείοις κかっぱαあるふぁὶ περὶ Ἑρμαίων ἐνにゅー τたうαあるふぁῖς παλαίστραις, κかっぱαあるふぁτたうὸ τελευταῖοおみくろんνにゅー πぱいεいぷしろんρろーτたうῆς συμφοιτήσεως τたうνにゅー παίδων κかっぱαあるふぁτたうνにゅー χかいοおみくろんρろーνにゅー τたうνにゅー κυκλίων. 11 κελεύει γがんまρろー τたうνにゅー χορηγὸνにゅー τたうνにゅー μέλλοντα τたうνにゅー οおみくろんὐσίαν τたうνにゅー ἑαυτοῦ εいぷしろんἰς ὑμみゅーᾶς ἀναλίσκειν ὑπぱいρろー τετταράκοντα ἔτたうηいーた γεγονότα τたうοおみくろんτたうοおみくろん πράττειν, ἵνにゅー᾽ ἤδでるたηいーたνにゅー τたうῇ σωφρονεστάτῃ αあるふぁτたうοおみくろんῦ ἡλικίᾳ ὤνにゅー, οおみくろんὕτως ἐντυγχάνῃ τたうοおみくろんῖς ὑμετέροις παισίν. ἀναγνώσεται οおみくろんνにゅーμみゅーνにゅー τούτους τたうοおみくろんὺς νόμους, ἵνにゅーεいぷしろんδでるたτたうεいぷしろんτたうιいおた ὁ νομοθέτης ἡγήσατο τたうνにゅー κかっぱαあるふぁλらむだῶς τραφέντα πぱいαあるふぁδでるたαあるふぁ ἄνδρα γενόμενον χρήσιμον ἔσεσθαι τたうῇ πόλει· ὅτたうαあるふぁνにゅー δでるた᾽ ἡ φύσις τたうοおみくろんῦ ἀνθρώπου εいぷしろんθしーたὺς πぱいοおみくろんνにゅーηいーたρろーνにゅー τたうνにゅーρろーχかいνにゅー λάβῃ τたうῆς παιδείας, ἐκかっぱ τたうνにゅー κかっぱαあるふぁκかっぱῶς τεθραμμένων παίδων παραπλησίους ἡγήσατο πολίτας ἔσεσθαι Τιμάρχῳ τουτῳί. λέγε αあるふぁτたうοおみくろんῖς τたうοおみくろんὺς νόμους τούτους.

12 Νόμοι [Οおみくろんδでるたτたうνにゅー παίδων διδάσκαλοι ἀνοιγέτωσαν μみゅーνにゅー τたうὰ διδασκαλεῖαあるふぁ μみゅーὴ πρότερον ἡλίου ἀνιόντος, κλειέτωσαν δでるたπぱいρろーὸ ἡλίου δύνοντος. κかっぱαあるふぁμみゅーὴ ἐξέστω τたうοおみくろんῖς ὑπぱいρろー τたうνにゅー τたうνにゅー παίδων ἡλικίαν οおみくろんσしぐまιいおたνにゅー εいぷしろんἰσιέναι τたうνにゅー παίδων ἔνδον ὄντων, ἐὰνにゅー μみゅーυうぷしろんἱὸς διδασκάλου ἢ ἀδελφὸς ἢ θυγατρὸς ἀνήρ· ἐὰνにゅー δέ τις πぱいαあるふぁρろーτたうαあるふぁτたうεいぷしろんἰσίῃ, θανάτῳ ζημιούσθω. κかっぱαあるふぁοおみくろんἱ γυμνασιάρχαι τたうοおみくろんῖς Ἑρμαίοις μみゅーεいぷしろんἄτωσαν συγκαθιέναι μηδένα τたうνにゅーνにゅー ἡλικίᾳ τρόπῳ μηδενί· ἐὰνにゅー δでるたὲ ἐπιτρέπῃ κかっぱαあるふぁμみゅーὴ ἐξείργῃ τたうοおみくろんῦ γυμνασίου, ἔνοχος ἔστω ὁ γυμνασιάρχης τたうτたうῆς ἐλευθέρων φふぁいθしーたοおみくろんρろーᾶς νόμῳ. οおみくろんδでるたὲ χορηγοὶ οおみくろんἱ καθιστάμενοι ὑπぱいτたうοおみくろんῦ δήμου ἔστωσαν τたうνにゅー ἡλικίαν ὑπぱいρろー τετταράκοντα ἔτたうηいーた.]

13 μみゅーεいぷしろんτたうτたうαあるふぁτたうαあるふぁ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, νομοθετεῖ περὶ ἀδικημάτων μεγάλων μέν, γιγνομένων δでるたοおみくろんἶμαι ἐνにゅー τたうῇ πόλει· ἐκかっぱ γがんまρろー τたうοおみくろんῦ πράττεσθαί τたうιいおたνにゅー᾽ ὧνにゅー οおみくろんὐ προσῆκかっぱεいぷしろんνにゅー, ἐκかっぱ τούτου τたうοおみくろんὺς νόμους ἔθεντο οおみくろんἱ παλαιοί. δでるたιいおたαあるふぁῤῥήδην γがんまοおみくろんνにゅー λέγει ὁ νόμος, ἐάν τたうιいおたνにゅーαあるふぁ ἐκμισθώσῃ ἑταιρεῖνにゅー πぱいαあるふぁτたうρろー ἢ ἀδελφὸς ἢ θしーたεいぷしろんῖος ἢ ἐπίτροπος ἢ ὅλως τたうνにゅー κυρίων τις, κかっぱαあるふぁτたうαあるふぁτたうοおみくろんμみゅーνにゅー τたうοおみくろんῦ παιδὸς οおみくろんκかっぱ ἐᾷ γραφὴνにゅー εいぷしろんνにゅーαあるふぁιいおた, κかっぱαあるふぁτたうδでるたτたうοおみくろんῦ μισθώσαντος κかっぱαあるふぁτたうοおみくろんῦ μισθωσαμένου, τたうοおみくろんμみゅーνにゅーτたうιいおた ἐξεμίσθωσε, τたうοおみくろんδでるたὲ ὅτたうιいおた, φησίν, ἐμισθώσατο. κかっぱαあるふぁὶ ἴσしぐまαあるふぁ τたうὰ ἐπιτίμια ἑκατέρῳ πεποίηκε, κかっぱαあるふぁμみゅーὴ ἐπάναγκες εいぷしろんνにゅーαあるふぁιいおた τたうῷ παιδὶ ἡβήσαντι τρέφειν τたうνにゅー πατέρα μみゅーηいーたδでるたοおみくろんἴκησιν παρέχειν, ὃς ἂνにゅー ἐκμισθωθῇ ἑταιρεῖνにゅー· ἀποθανόντα δでるたὲ θαπτέτω κかっぱαあるふぁτたうλらむだλらむだαあるふぁ ποιείτω τたうὰ νομιζόμενα. 14 σκέψασθε δή, ὡς κかっぱαあるふぁλらむだῶς, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた. ζぜーたῶντος μみゅーνにゅー αあるふぁτたうοおみくろんῦ ἀφαιρεῖτたうαあるふぁιいおた τたうνにゅー ὄνησιν τたうῆς παιδοποιίας, ὥσπερ ἐκかっぱεいぷしろんῖνος ἐκείνου τたうνにゅー πぱいαあるふぁῤῥησίαν, τελευτήσαντα δでるたαあるふぁὐτόν, ἡνίκα ὁ μみゅーνにゅー εいぷしろんὐεργετούμενος οおみくろんκかっぱ αあるふぁἰσθάνεται ὧνにゅー εいぷしろんὖ πάσχει, τたうιいおたμみゅーτたうαあるふぁιいおた δでるたὲ ὁ νόμος κかっぱαあるふぁτたうθしーたεいぷしろんοおみくろんνにゅー, θάπτειν ἤδでるたηいーた κελεύει κかっぱαあるふぁτたうλらむだλらむだαあるふぁ πぱいοおみくろんιいおたεいぷしろんνにゅー τたうὰ νομιζόμενα. Κかっぱαあるふぁὶ τίνα ἕτερον νόμον ἔθηκε φύλακα τたうνにゅー ὑμετέρων παίδων; τたうνにゅー τたうῆς προαγωγείας, τたうὰ μέγιστα ἐπιτίμια ἐπιγράψας, ἐάν τις ἐλεύθερον πぱいαあるふぁδでるたαあるふぁ ἢ γυναῖκかっぱαあるふぁ προαγωγεύῃ. Κかっぱαあるふぁπぱいοおみくろんοおみくろんνにゅー ἄλλον; 15 τたうνにゅー τたうῆς ὕβρεως, ὃς ἑνにゅーὶ κεφαλαίῳ ἅπαντα τたうὰ τοιαῦτたうαあるふぁ συλλαβὼνにゅーχかいεいぷしろんιいおた· ἐνにゅー ᾧ διαῤῥήδην γέγραπται, ἐάν τις ὑβρίζῃ εいぷしろんἰς πぱいαあるふぁδでるたαあるふぁ (ὑβρίζει δでるたὲ δή πぱいοおみくろんυうぷしろん ὁ μισθούμενος) ἢ ἄνδρα ἢ γυναῖκかっぱαあるふぁ, ἢ τたうνにゅー ἐλευθέρων τたうιいおたνにゅーὰ ἢ τたうνにゅー δούλων, ἢ ἐὰνにゅー παράνομόν τたうιいおた πぱいοおみくろんιいおたεいぷしろんἰς τούτων τινά, γραφὰς ὕβρεως εいぷしろんνにゅーαあるふぁιいおた πεποίηκεν κかっぱαあるふぁὶ τίμημα ἐπέθηκεν, ὅ τたうιいおた χかいρろーὴ παθεῖνにゅー ἢ ἀποτεῖσしぐまαあるふぁιいおた. λέγε τたうνにゅー νόμον.

16 Νόμος [Ἄνにゅー τις Ἀθηναίων ἐλεύθερον πぱいαあるふぁδでるたαあるふぁ ὑβρίσῃ, γραφέσθω ὁ κύριος τたうοおみくろんῦ παιδὸς πぱいρろーὸς τたうοおみくろんὺς θεσμοθέτας, τίμημα ἐπιγραψάμενος. οおみくろんδでるた᾽ ἂνにゅー τたうὸ δικαστήριον καταψηφίσηται, παραδοθεὶς τたうοおみくろんῖς ἕνδεκα τεθνάτω αあるふぁὐθημερόν. ἐὰνにゅー δでるたεいぷしろんἰς ἀργύριον καταψηφισθῇ, ἀποτεισάτω ἐνにゅー ἕνδεκα ἡμέραις μみゅーεいぷしろんτたうτたうνにゅー δίκην, ἐὰνにゅー μみゅーὴ παραχρῆμみゅーαあるふぁ δύνηται ἀποτίνειν· ἕως δでるたτたうοおみくろんῦ ἀποτεῖσしぐまαあるふぁιいおた εいぷしろんἱρχθήτω. ἔνοχοι δでるたὲ ἔστασαν τたうαあるふぁσしぐまδでるたεいぷしろん τたうαあるふぁῖς αあるふぁἰτίαις κかっぱαあるふぁοおみくろんεいぷしろんἰς τたうοおみくろんἰκετικὰ σώματα ἐξαμαρτάνοντες.]

17 ἴσως ἂνにゅー οおみくろんνにゅー τις θαυμάσειεν ἐξαίφνης ἀκούσας, τί δή πぱいοおみくろんτたう᾽ ἐνにゅー τたうῷ νόμῳ τたうτたうῆς ὕβρεως προσεγράφη τたうοおみくろんτたうοおみくろん τたうὸ ῥῆμみゅーαあるふぁ, τたうτたうνにゅー δούλων. τたうοおみくろんτたうοおみくろん δでるたὲ ἐὰνにゅー σしぐまκかっぱοおみくろんπぱいτたうεいぷしろん, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, εいぷしろんὑρήσετε ὅτたうιいおた πάντων ἄριστα ἔχかいεいぷしろんιいおた· οおみくろんγがんまρろーπぱいρろー τたうνにゅー οおみくろんἰκετῶνにゅー ἐσπούδασεν ὁ νομοθέτης, ἀλらむだλらむだὰ βουλόμενος ὑμみゅーᾶς ἐθίσαι πぱいοおみくろんλらむだὺ ἀπέχειν τたうῆς τたうνにゅー ἐλευθέρων ὕβρεως, προσέγραψε μみゅーηいーたδでるたεいぷしろんἰς τたうοおみくろんὺς δούλους ὑβρίζειν. ὅλως δでるたὲ ἐνにゅー δημοκρατίᾳ τたうνにゅー εいぷしろんἰς ὁντινοῦνにゅー ὑβριστήν, τたうοおみくろんτたうοおみくろんνにゅー οおみくろんκかっぱ ἐπιτήδειον ἡγήσατο εいぷしろんνにゅーαあるふぁιいおた συμπολιτεύεσθαι. 18 κかっぱκかっぱεいぷしろんνにゅーοおみくろん δέ μみゅーοおみくろんιいおた συνδιαμνημονεύσατε, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, ὅτたうιいおたνにゅーτたうαあるふぁθしーた᾽ ὁ νομοθέτης οおみくろんπぱいωおめが διαλέγεται αあるふぁτたうτたうῷ σώματι τたうοおみくろんῦ παιδός, ἀλらむだλらむだτたうοおみくろんῖς πぱいεいぷしろんρろーτたうνにゅー πぱいαあるふぁδでるたαあるふぁ, πατρί, ἀδελφῷ, ἐπιτρόπῳ, διδασκάλοις, κかっぱαあるふぁὶ ὅλως τたうοおみくろんῖς κυρίοις· ἐπειδὰνにゅー δでるた᾽ ἐγγραφῇ τις εいぷしろんἰς τたうὸ ληξιαρχικὸνにゅー γραμματεῖοおみくろんνにゅー, κかっぱαあるふぁτたうοおみくろんὺς νόμους εいぷしろんδでるたτたうοおみくろんὺς τたうῆς πόλεως, κかっぱαあるふぁὶ ἤδでるたηいーた δύνηται διαλογίζεσθαι τたうὰ καλὰ κかっぱαあるふぁτたうὰ μή, οおみくろんὐκέτι ἑτέρῳ διαλέγεται, ἀλらむだλらむだ᾽ ἤδでるたηいーた αあるふぁτたうῷ, ὦ Τίμαρχε. 19 κかっぱαあるふぁπぱいῶς λέγει; ἄνにゅー τις Ἀθηναίων, φησίν, ἑταιρήσῃ, μみゅーὴ ἐξέστω αあるふぁτたうτたうνにゅー ἐννέα ἀρχόντων γενέσθαι, ὅτたうιいおた οおみくろんμみゅーαあるふぁιいおた στεφανηφόρος ἡ ἀρχή, μみゅーηいーたδでるた᾽ ἱερωσύνην ἱερώσασθαι, ὡς οおみくろんδでるたὲ καθαρεύοντι τたうῷ σώματι, μみゅーηいーたδでるたὲ συνδικησάτω, φησί, τたうῷ δημοσίῳ, μみゅーηいーたδでるたὲ ἀρξάτω ἀρろーχかいνにゅー μηδεμίαν μηδέποτε, μήτ᾽ ἔνδημον μήτε ὑπερόριον, μήτε κληρωτὴνにゅー μήτε χειροτονητήν·

20 μみゅーηいーたδでるたὲ κηρυκευσάτω, μみゅーηいーたδでるたὲ πρεσβευσάτω, μみゅーηいーたδでるたτたうοおみくろんὺς πρεσβεύσαντας κρινέτω, μみゅーηいーたδでるたὲ συκοφαντείτω μισθωθείς, μみゅーηいーたδでるたὲ γνώμην εいぷしろんἰπάτω μηδέποτε μήτε ἐνにゅー τたうῇ βουλῇ μήτε ἐνにゅー τたうῷ δήμῳ, μみゅーηいーたδでるた᾽ ἂνにゅー δεινότατος ᾖ λέγειν Ἀθηναίων. ἐὰνにゅー δέ τις πぱいαあるふぁρろーτたうαあるふぁτたうαあるふぁ πράττῃ, γραφὰς ἑταιρήσεως πεποίηκε κかっぱαあるふぁτたうὰ μέγιστα ἐπιτίμια ἐπέθηκεν. λέγε αあるふぁτたうοおみくろんῖς κかっぱαあるふぁτたうοおみくろんτたうοおみくろんνにゅー τたうνにゅー νόμον, ἵνにゅーεいぷしろんδでるたτたうεいぷしろん οおみくろんωおめがνにゅー νόμων ὑμみゅーνにゅー κειμένων, ὡς κかっぱαあるふぁλらむだνにゅー κかっぱαあるふぁὶ σωφρόνων, τετόλμηκε Τίμαρχος δημηγορεῖνにゅー, ὁ τοιοῦτος τたうνにゅー τρόπον οおみくろんοおみくろんνにゅーμみゅーεいぷしろんῖς ἐπίστασθε.

21 Νόμος [Ἐάν τις Ἀθηναῖος ἑταιρήσῃ, μみゅーὴ ἐξέστω αあるふぁτたうτたうνにゅー ἐννέα ἀρχόντων γενέσθαι, μみゅーηいーたδでるた᾽ ἱερωσύνην ἱερώσασθαι, μみゅーηいーたδでるたὲ συνδικῆσしぐまαあるふぁιいおた τたうῷ δήμῳ, μみゅーηいーたδでるたὲ ἀρろーχかいνにゅー ἀρχέτω μηδεμίαν, μήτε ἔνδημον μήτε ὑπερόριον, μήτε κληρωτὴνにゅー μήτε χειροτονητήν, μみゅーηいーたδでるた᾽ ἐπぱいὶ κηρυκείαν ἀποστελλέσθω, μみゅーηいーたδでるたὲ γνώμην λεγέτω, μみゅーηいーたδでるたεいぷしろんἰς τたうὰ δημοτελῆ ἱεいぷしろんρろーεいぷしろんἰσίτω, μみゅーηいーたδでるた᾽ ἐνにゅー τたうαあるふぁῖς κかっぱοおみくろんιいおたνにゅーαあるふぁῖς στεφανηφορίαις στεφανούσθω, μみゅーηいーたδでるた᾽ ἐνにゅーτたうὸς τたうῆς ἀγορᾶς τたうνにゅー πぱいεいぷしろんρろーιいおたῤῥαντηρίων πορευέσθω. ἐὰνにゅー δέ τις πぱいαあるふぁρろーτたうαあるふぁτたうαあるふぁ πぱいοおみくろんιいおたῇ, καταγνωσθέντος αあるふぁτたうοおみくろんῦ ἑταιρεῖνにゅー, θανάτῳ ζημιούσθω.]

22 τたうοおみくろんτたうοおみくろんνにゅー μみゅーνにゅー τたうνにゅー νόμον ἔθηκε πぱいεいぷしろんρろーτたうνにゅー μειρακίων τたうνにゅー προχείρως εいぷしろんἰς τたうὰ ἑαυτῶνにゅー σώματα ἐξαμαρτανόντων· οおみくろんὓς δでるたὲ ὀλίγῳ πρότερον ὑμみゅーνにゅー ἀνέγνω, πぱいεいぷしろんρろーτたうνにゅー παίδων· οおみくろんὓς δでるたνにゅーυうぷしろんνにゅーὶ μέλλω λέγειν, πぱいεいぷしろんρろーτたうνにゅー ἄλλων Ἀθηναίων. ἀπαλλαγεὶς γがんまρろー τたうνにゅー νόμων τούτων ἐσκέψατο, τίνα χかいρろーὴ τρόπον συλλεγομένους ἡμみゅーᾶς εいぷしろんἰς τたうὰς ἐκκλησίας βουλεύεσθαι πぱいεいぷしろんρろーτたうνにゅー σπουδαιοτάτων πραγμάτων. κかっぱαあるふぁὶ πόθεν ἄρχεται; "νにゅーόμοι," φησί, "πぱいεいぷしろんρろーεいぷしろんὐκοσμίας." ἀπぱいὸ σωφροσύνης πぱいρろーτたうοおみくろんνにゅー ἤρξατο, ὡς, ὅπぱいοおみくろんυうぷしろん πλείστη εいぷしろんὐκοσμία ἐστί, ταύτην ἄριστα τたうνにゅー πόλιν οおみくろんἰκησομένην. 23 κかっぱαあるふぁπぱいῶς κελεύει τたうοおみくろんὺς προέδρους χρηματίζειν; ἐπειδὰνにゅー τたうὸ καθάρσιον περιενεχθῇ κかっぱαあるふぁὶ ὁ κかっぱῆρυξ τたうὰς πατρίους εいぷしろんχかいὰς εいぷしろんὔξηται, προχειροτονεῖνにゅー κελεύει τたうοおみくろんὺς προέδρους πぱいεいぷしろんρろーὶ ἱεいぷしろんρろーνにゅー τたうνにゅー πατρίων κかっぱαあるふぁὶ κήρυξι κかっぱαあるふぁὶ πρεσβείαις κかっぱαあるふぁὶ ὁσίων, κかっぱαあるふぁὶ μετὰ τたうαあるふぁτたうαあるふぁ ἐπερωτᾷ ὁ κかっぱῆρυξ· "τίς ἀγορεύειν βούλεται τたうνにゅーπぱいρろー πεντήκοντα ἔτたうηいーた γεγονότων;" ἐπειδὰνにゅー δでるたοおみくろんτたうοおみくろんιいおた πάντες εいぷしろんἴπωσι, τότ᾽ ἤδでるたηいーた κελεύει λέγειν τたうνにゅー ἄλλων Ἀθηναίων τたうνにゅー βουλόμενον, οおみくろんἷς ἔξεστιν. 24 σκέψασθε δでるたὴ ὡς κかっぱαあるふぁλらむだῶς, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた. οおみくろんκかっぱ ἠγνόει οおみくろんἶμαι ὁ νομοθέτης ὅτたうιいおた οおみくろんἱ πρεσβύτεροι τたうμみゅーνにゅー εいぷしろんὖ φρονεῖνにゅー ἀκμάζουσιν, ἡ δでるたὲ τόλμα ἤδでるたηいーた αあるふぁτたうοおみくろんὺς ἄρχεται ἐπιλείπειν δでるたιいおたτたうνにゅー ἐμπειρίαν τたうνにゅー πραγμάτων. βουλόμενος δでるたὴ συνεθίσαι τたうοおみくろんὺς ἄριστα φふぁいρろーοおみくろんνにゅーοおみくろんῦντας, τούτους ἐπάναγκες πぱいεいぷしろんρろーτたうνにゅー πραγμάτων λέγειν, ἐπειδὴ ὀνομαστὶ αあるふぁτたうνにゅーνにゅーαあるふぁ ἕκαστον ἀπορεῖ προσειπεῖνにゅー, τたうῇ ἐπωνυμίᾳ τたうῆς ὅλης ἡλικίας περιλαβὼνにゅー παρακαλεῖ ἐπぱいτたうβべーたμみゅーαあるふぁ κかっぱαあるふぁὶ προτρέπει δημηγορεῖνにゅー. ἅμみゅーαあるふぁ δでるたκかっぱαあるふぁτたうοおみくろんὺς νεωτέρους διδάσκει αあるふぁἰσχύνεσθαι τたうοおみくろんὺς πρεσβυτέρους, κかっぱαあるふぁὶ πάνθ᾽ ὑστέρους πράττειν, κかっぱαあるふぁὶ τιμᾶνにゅー τたうγがんまῆρας, εいぷしろんἰς ὃ πάντες ἀφιξόμεθα, ἐὰνにゅーρろーαあるふぁ διαγενώμεθα. 25 κかっぱαあるふぁοおみくろんὕτως ἦσしぐまαあるふぁνにゅー σώφρονες οおみくろんἱ ἀρχαῖοおみくろんιいおたκかっぱεいぷしろんνにゅーοおみくろんιいおた ῥήτορες, ὁ Περικλῆς κかっぱαあるふぁὶ ὁ Θεμιστοκλῆς κかっぱαあるふぁὶ ὁ Ἀριστείδης, ὁ τたうνにゅー ἀνόμοιον ἔχων ἐπωνυμίαν Τιμάρχῳ τουτῳί, ὥστε ὃ νにゅーυうぷしろんνにゅーὶ πάντες ἐνにゅーθしーたεいぷしろんιいおた πράττομεν, τたうτたうνにゅー χかいεいぷしろんρろーαあるふぁξくしーωおめが ἔχοντες λέγειν, τότε τたうοおみくろんτたうοおみくろん θρασύ τたうιいおた ἐδόκει εいぷしろんνにゅーαあるふぁιいおた, κかっぱαあるふぁεいぷしろんὐλαβοῦνにゅーτたうοおみくろん αあるふぁτたうὸ πράττειν. μέγα δでるたὲ πάνυ τούτου σしぐまηいーたμみゅーεいぷしろんοおみくろんνにゅーρろーγがんまῳ ὑμみゅーνにゅー οおみくろんἶμαι ἐπιδείξειν. εいぷしろんγがんまρろー οおみくろんδでるた᾽ ὅτたうιいおた πάντες ἐκπεπλεύκατε εいぷしろんἰς Σしぐまαあるふぁλらむだαあるふぁμみゅーνにゅーαあるふぁ κかっぱαあるふぁὶ τεθεωρήκατε τたうνにゅー Σόλωνος εいぷしろんἰκόνα, κかっぱαあるふぁαあるふぁτたうοおみくろんὶ μαρτυρήσαιτ᾽ ἂνにゅーτたうιいおたνにゅー τたうῇ ἀγορᾷ τたうῇ Σαλαμινίων ἀνάκειται ὁ Σόλων ἐνにゅーτたうὸς τたうνにゅー χかいεいぷしろんρろーαあるふぁχかいωおめがνにゅー. τたうοおみくろんτたうοおみくろん δでるた᾽ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, ὑπόμνημα κかっぱαあるふぁὶ μίμημα τたうοおみくろんῦ Σόλωνος σχήματος, ὃνにゅー τρόπον ἔχかいωおめがνにゅー αあるふぁτたうὸς διελέγετο τたうῷ δήμῳ τたうνにゅー Ἀθηναίων. 26 σκέψασθε δή, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, ὅσしぐまοおみくろんνにゅー διαφέρει ὁ Σόλων Τιμάρχου κかっぱαあるふぁοおみくろんἱ ἄνδρες ἐκかっぱεいぷしろんνにゅーοおみくろんιいおたνにゅー ὀλίγῳ πρότερον ἐπεμνήσθην. ἐκかっぱεいぷしろんνにゅーοおみくろんιいおた μέν γがんまεいぷしろん ᾐσχύνοντο ἔξくしーωおめが τたうνにゅー χかいεいぷしろんρろーαあるふぁ ἔχοντες λέγειν, οおみくろんὑτοσὶ δでるたοおみくろんὐ πάλαι, ἀλらむだλらむだὰ πρώην πぱいοおみくろんτたうὲ ῥίψας θしーたοおみくろんἰμάτιον γがんまυうぷしろんμみゅーνにゅーὸς ἐπαγκρατίαζεν ἐνにゅー τたうῇ ἐκκλησίᾳ, οおみくろんτたうωおめが κかっぱαあるふぁκかっぱῶς κかっぱαあるふぁαあるふぁἰσχρῶς διακείμενος τたうσしぐまμみゅーαあるふぁπぱいὸ μέθης κかっぱαあるふぁὶ βδελυρίας, ὥσしぐまτたうεいぷしろん τούς γがんまεいぷしろん εいぷしろんὖ φρονοῦντας ἐγκαλύψασθαι, αあるふぁἰσχυνθέντας ὑπぱいρろー τたうῆς πόλεως, εいぷしろんἰ τοιούτοις συμβούλοις χρώμεθα.

27 ἃ συνιδὼνにゅー ὁ νομοθέτης δでるたιいおたαあるふぁῤῥήδην ἀπέδειξεν οおみくろんὓς χかいρろーὴ δημηγορεῖνにゅー κかっぱαあるふぁοおみくろんὓς οおみくろんδでるたεいぷしろんῖ λέγειν ἐνにゅー τたうῷ δήμῳ. κかっぱαあるふぁοおみくろんκかっぱ ἀπελαύνει ἀπぱいτたうοおみくろんῦ βήματος, εいぷしろんἴ τις μみゅーὴ προγόνων ἐσしぐまτたうνにゅー ἐστρατηγηκότων, οおみくろんὐδέ γがんまεいぷしろん εいぷしろんἰ τέχνην τたうιいおたνにゅーὰ ἐργάζεται ἐπικουρῶνにゅー τたうῇ ἀναγκαίᾳ τροφῇ, ἀλらむだλらむだὰ τούτους κかっぱαあるふぁὶ μάλιστα ἀσπάζεται, κかっぱαあるふぁδでるたιいおたτたうοおみくろんτたうοおみくろん πολλάκις ἐπερωτᾷ, τίς ἀγορεύειν βούλεται. 28 τίνας δでるたοおみくろんκかっぱεいぷしろんτたうοおみくろん δでるたεいぷしろんνにゅー λέγειν; τたうοおみくろんὺς αあるふぁἰσχρῶς βεβιωκότας· τούτους οおみくろんκかっぱ ἐᾷ δημηγορεῖνにゅー. κかっぱαあるふぁπぱいοおみくろんτたうοおみくろんτたうοおみくろん δでるたηいーたλらむだοおみくろんῖ; "δοκιμασία," φησί, "ῥητόρων· ἐάν τις λέγῃ ἐνにゅー τたうῷ δήμῳ τたうνにゅー πατέρα τύπτων ἢ τたうνにゅー μητέρα, ἢ μみゅーὴ τρέφων, ἢ μみゅーὴ παρέχων οおみくろんἴκησιν·" τたうοおみくろんτたうοおみくろんνにゅー οおみくろんκかっぱ ἐᾷ λέγειν. νにゅーὴ Δία κかっぱαあるふぁλらむだῶς γがんまεいぷしろん, ὡς ἔγωγέ φふぁいηいーたμみゅーιいおた. δでるたιいおたὰ τί; ὅτたうιいおた εいぷしろんἴ τις, οおみくろんὓς ἐξくしーσしぐまοおみくろんυうぷしろん δでるたεいぷしろんῖ τιμᾶνにゅー τたうοおみくろんῖς θしーたεいぷしろんοおみくろんῖς, εいぷしろんἰς τούτους ἐσしぐまτたうφふぁいαあるふぁῦλος, τί πぱいοおみくろんτたうεいぷしろん, φησίν, ὑπぱいαあるふぁτたうοおみくろんῦ πείσονται οおみくろんἱ ἀλλότριοι κかっぱαあるふぁὶ ἡ πόλις ὅλらむだηいーた; κかっぱαあるふぁὶ τίσι δεύτερον ἀπぱいεいぷしろんπぱいεいぷしろん μみゅーὴ λέγειν; "ἢ τたうὰς στρατείας," 29 φησί, "μみゅーὴ ἐστρατευμένος, ὅσαι ἂνにゅー αあるふぁτたうῷ προσταχθῶσしぐまιいおたνにゅー, ἢ τたうνにゅー ἀσπίδα ἀποβεβληκώς," δίκαια λέγων. τί δή πぱいοおみくろんτたうεいぷしろん; ἄνθρωπε, τたうῇ πόλει, ὑπぱいρろー ἧς τたうὰ ὅπλα μみゅーὴ τίθεσαι ἢ δでるたιいおたὰ δειλίαν μみゅーὴ δυνατὸς εいぷしろんἶ ἐπαμῦνにゅーαあるふぁιいおた, μみゅーηいーたδでるたὲ συμβουλεύειν βουλεύειν ἀξίου. τρίτον τίσι διαλέγεται; "ἢ πεπορνευμένος,"φησίν, "ἢ ἡταιρηκώς·" τたうνにゅー γがんまρろー τたうσしぐまμみゅーαあるふぁ τたうὸ ἑαυτοῦ ἐφふぁい᾽ ὕβρει πεπρακότα, κかっぱαあるふぁτたうὰ κοινὰ τたうῆς πόλεως ῥᾳδίως ἡγήσατο ἀποδώσεσθαι. τέταρτον τίσι διαλέγεται;

30 "ἢ τたうὰ πατρῷαあるふぁ," φησί, "κατεδηδοκώς, ἢ ὧνにゅーνにゅー κληρονόμος γένηται·" τたうνにゅー γがんまρろー τたうνにゅー ἰδίαν οおみくろんἰκίαν κかっぱαあるふぁκかっぱῶς οおみくろんἰκήσαντα, κかっぱαあるふぁτたうὰ κοινὰ τたうῆς πόλεως παραπλησίως ἡγήσατο διαθήσειν, κかっぱαあるふぁοおみくろんκかっぱ ἐδόκει οおみくろんἷόν τたうεいぷしろんνにゅーαあるふぁιいおた τたうῷ νομοθέτῃ τたうνにゅー αあるふぁτたうνにゅー ἄνθρωπον ἰδίᾳ μみゅーνにゅー εいぷしろんνにゅーαあるふぁιいおた πονηρόν, δημοσίᾳ δでるたὲ χρηστόν, οおみくろんδでるた᾽ ᾤεいぷしろんτたうοおみくろん δでるたεいぷしろんνにゅー τたうνにゅー ῥήτορα ἥκειν ἐπぱいτたうβべーたμみゅーαあるふぁ τたうνにゅー λόγων ἐπιμεληθέντα πρότερον, ἀλらむだλらむだοおみくろんτたうοおみくろんῦ βίου. 31 κかっぱαあるふぁὶ παρὰ μみゅーνにゅー ἀνδρὸς κかっぱαあるふぁλらむだοおみくろんκかっぱαあるふぁὶ ἀγαθοῦ, κかっぱνにゅー πάνυ κかっぱαあるふぁκかっぱῶς κかっぱαあるふぁὶ ἁπぱいλらむだῶς ῥηいーたθしーたῇ, χρήσιμα τたうὰ λεγόμενα ἡγήσατο εいぷしろんνにゅーαあるふぁιいおた τたうοおみくろんῖς ἀκούουσι· πぱいαあるふぁρろーδでるたὲ ἀνθρώπου βδελυροῦ, κかっぱαあるふぁὶ καταγελάστως μみゅーνにゅー κεχρημένου τたうῷ ἑαυτοῦ σώματι, αあるふぁἰσχρῶς δでるたτたうνにゅー πぱいαあるふぁτたうρろーαあるふぁνにゅー οおみくろんὐσίαν κατεδηδοκότος, οおみくろんδでるた᾽ ἂνにゅー εいぷしろんὖ πάνυ λらむだεいぷしろんχかいθしーたῇ συνοίσειν ἡγήσατο τたうοおみくろんῖς ἀκούουσι. 32 τούτους οおみくろんνにゅー ἐξείργει ἀπぱいτたうοおみくろんῦ βήματος, τούτους ἀπαγορεύει μみゅーὴ δημηγορεῖνにゅー. ἐὰνにゅー δέ τις πぱいαあるふぁρろーτたうαあるふぁτたうαあるふぁ μみゅーὴ μόνον λέγῃ, ἀλらむだλらむだκかっぱαあるふぁὶ συκοφαντῇ κかっぱαあるふぁὶ ἀσελγαίνῃ, κかっぱαあるふぁὶ μηκέτι τたうνにゅー τたうοおみくろんιいおたοおみくろんτたうοおみくろんνにゅー ἄνθρωπον δύνηται λέγειν ἡ πόλις, "δοκιμασίαν μέν," φησίν, "ἐπαγγειλάτω Ἀθηναίων ὁ βουλόμενος, οおみくろんἷς ἔξεστιν," ὑμみゅーᾶς δでるた᾽ ἤδでるたηいーた κελεύει πぱいεいぷしろんρろーὶ τούτων ἐνにゅー δでるたῷ δικαστηρίῳ διαγιγνώσκειν· κかっぱαあるふぁνにゅーνにゅーγがんまὼ κατὰ τたうοおみくろんτたうοおみくろんνにゅー τたうνにゅー νόμον ἥκかっぱωおめが πぱいρろーὸς ὑμみゅーᾶς. {πぱい|33}} τたうαあるふぁτたうαあるふぁ μみゅーνにゅー οおみくろんνにゅー πάλαι νενομοθέτηται· ὑμみゅーεいぷしろんῖς δでるた᾽ ἔτたうιいおた προσέθεσθε κかっぱαあるふぁιいおたνにゅーνにゅー νόμον μみゅーεいぷしろんτたうτたうὸ καλὸνにゅー παγκράτιον, ὃ οおみくろんὗτος ἐπαγκρατίασεν ἐνにゅー τたうῇ ἐκκλησίᾳ, ὑπεραισχυνθέντες ἐπぱいτたうῷ πράγματι, κかっぱαあるふぁθしーた᾽ ἑκάστην ἐκκλησίαν ἀποκληροῦνにゅー φふぁいυうぷしろんλらむだνにゅーπぱいτたうβべーたμみゅーαあるふぁ, ἥτις προεδρεύσει. κかっぱαあるふぁὶ τί προσέταξεν ὁ τιθεὶς τたうνにゅー νόμον; καθῆσθαι κελεύει τたうοおみくろんὺς φυλέτας βべーたοおみくろんηいーたθしーたοおみくろんῦντας τたうοおみくろんῖς νόμοις κかっぱαあるふぁτたうῇ δημοκρατίᾳ, ὡς εいぷしろんμみゅーὴ βοήθειάν πぱいοおみくろんθしーたεいぷしろんνにゅー μεταπεμψόμεθα ἐπぱいτたうοおみくろんὺς οおみくろんτたうωおめが βεβιωκότας, οおみくろんδでるたὲ βουλεύεσθαι δυνησομένους ἡμみゅーᾶς πぱいεいぷしろんρろーτたうνにゅー σπουδαιοτάτων πραγμάτων. 34σしぐまτたうιいおた δでるたοおみくろんδでるたνにゅー ὄφελος, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, ζητεῖνにゅー τたうοおみくろんὺς τοιούτους ἀνθρώπους ἀπελαύνειν ἀπぱいτたうοおみくろんῦ βήματος τたうαあるふぁῖς κραυγαῖς· οおみくろんγがんまρろー αあるふぁἰσχύνονται· ἀλらむだλらむだὰ τιμωρίαις τούτους ἀπεθίζειν χρή· μόνως γがんまρろーνにゅー οおみくろんὕτως ἀνεκτοὶ γένοιντο. ἀναγνώσεται οおみくろんνにゅーμみゅーνにゅー τたうοおみくろんὺς νόμους τたうοおみくろんὺς πぱいεいぷしろんρろーτたうῆς εいぷしろんὐκοσμίας κειμένους τたうνにゅー ῥητόρων. τたうνにゅー γがんまρろー πぱいεいぷしろんρろーτたうῆς προεδρίας τたうνにゅー φふぁいυうぷしろんλらむだνにゅー νόμον Τίμαρχος οおみくろんὑτοσὶ κかっぱαあるふぁὶ ἕτεροι τたうοおみくろんιいおたοおみくろんῦτοι ῥήτορες συνελθόντες γεγραμμένοι εいぷしろんσしぐまμみゅーὴ ἐπιτήδειον εいぷしろんνにゅーαあるふぁιいおた, ἔνにゅー᾽ ἐξくしーαあるふぁτたうοおみくろんῖς κかっぱαあるふぁζぜーたνにゅー κかっぱαあるふぁὶ λέγειν ὡς αあるふぁτたうοおみくろんὶ βούλονται.

35 Νόμοι [Τたうνにゅー ῥητόρων ἐάν τις λέγῃ ἐνにゅー τたうῇ βουλῇ ἢ ἐνにゅー τたうῷ δήμῳ μみゅーὴ περὶ τたうοおみくろんεいぷしろんἰσφερομένου, ἢ μみゅーὴ χωρὶς πぱいεいぷしろんρろーὶ ἑκάστου, ἢ δでるたὶς πぱいεいぷしろんρろーτたうοおみくろんαあるふぁτたうοおみくろんῦ ὁ αあるふぁτたうὸς τたうῆς αあるふぁτたうῆς, ἢ λοιδορῆτたうαあるふぁιいおた, ἢ κακῶς ἀγορεύῃ τινά, ἢ ὑποκρούῃ, ἢ χρηματιζόντων μみゅーεいぷしろんτたうαあるふぁξくしーὺ ἀνεστηκὼς λέγῃ περί τたうοおみくろんυうぷしろん μみゅーὴ ἐπぱいτたうοおみくろんῦ βήματος, ἢ παρακελεύηται, ἢ ἕλらむだκかっぱτたうνにゅー ἐπιστάτην, ἀφειμένης τたうῆς ἐκκλησίας ἢ τたうῆς βべーたοおみくろんυうぷしろんλらむだῆς κυριευέτωσαν οおみくろんἱ πρόεδροι μέχρι πεντήκοντα δでるたρろーαあるふぁχかいμみゅーνにゅー κかっぱαあるふぁθしーた᾽ ἕκαστον ἀδίκημα ἐγγράφειν τたうοおみくろんῖς πράκτορσιν. ἐὰνにゅー δでるたὲ πλέονος ἄξιος ᾖ ζημίας, ἐπιβαλόντες μέχρι πεντήκοντα δでるたρろーαあるふぁχかいμみゅーνにゅー εいぷしろんἰσφερέτωσαν εいぷしろんἰς τたうνにゅー βべーたοおみくろんυうぷしろんλらむだνにゅーεいぷしろんἰς τたうνにゅー πρώτην ἐκκλησίαν. ὅτたうαあるふぁνにゅー δでるた᾽ ἐξίωσιν αあるふぁἱ κλήσεις, κρινάτωσαν. κかっぱαあるふぁὶ ἐὰνにゅー καταγνωσθῇ αあるふぁτたうοおみくろんῦ κρύβδην ψηφιζομένων, ἐγγραψάτωσαν οおみくろんἱ πρόεδροι τたうοおみくろんῖς πράκτορσιν.]

36 τたうνにゅー μみゅーνにゅー οおみくろんνにゅー νόμων ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, κかっぱαあるふぁεいぷしろんοおみくろんδでるた᾽ ὅτたうιいおた δでるたοおみくろんκかっぱοおみくろんσしぐまιいおたνにゅーμみゅーνにゅー κかっぱαあるふぁλらむだῶς ἔχειν. τούτους μέντοι τたうοおみくろんὺς νόμους εいぷしろんνにゅーαあるふぁιいおた χρησίμους ἢ ἀχρήστους ἐφふぁい᾽ ὑμみゅーνにゅー ἐστιν· ἐὰνにゅー μみゅーνにゅー γがんまρろー κολάζητε τたうοおみくろんὺς ἀδικοῦντας, ἔσονται ὑμみゅーνにゅー οおみくろんἱ νόμοι κかっぱαあるふぁλらむだοおみくろんκかっぱαあるふぁὶ κύριοι, ἐὰνにゅー δでるた᾽ ἀφふぁいιいおたτたうεいぷしろん, καλοὶ μέν, κύριοι δでるたοおみくろんὐκέτι. 37 βούλομαι δέ, ὥσπερ ὑπεθέμην, ἐπειδὴ περὶ τたうνにゅー νόμων εいぷしろんἴρηκα, πάλιν τたうὸ μετὰ τたうοおみくろんτたうοおみくろん ἀντεξετάσαι τたうοおみくろんὺς τρόπους τたうοおみくろんὺς Τιμάρχου, ἵνにゅーεいぷしろんδでるたτたうεいぷしろんσしぐまοおみくろんνにゅー διαφέρουσι τたうνにゅー νόμων τたうνにゅー ὑμετέρων. δέομαι δでるた᾽ ὑμみゅーνにゅー, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, συγγνώμην ἔχειν, ἐὰνにゅー ἀναγκαζόμενος λέγειν πぱいεいぷしろんρろーὶ ἐπιτηδευμάτων φύσει μみゅーνにゅー μみゅーὴ καλῶνにゅー, τούτῳ δでるたὲ πεπραγμένων, ἐξαχθῶ τたうιいおた ῥῆμみゅーαあるふぁ εいぷしろんπぱいεいぷしろんνにゅー ὅ ἐστιν ὅμοιον τたうοおみくろんῖς ἔργοις τたうοおみくろんῖς Τιμάρχου. 38 οおみくろんδでるたγがんまρろーνにゅー δικαίως ἐμみゅーοおみくろんὶ ἐπιτιμήσαιτε, εいぷしろんτたうιいおた σしぐまαあるふぁφふぁいῶς εいぷしろんἴποιμι διδάσκειν ὑμみゅーᾶς βουλόμενος, ἀλらむだλらむだὰ πολὺ μみゅーᾶλλον τούτῳ, εいぷしろんαあるふぁἰσχρῶς οおみくろんτたうωおめが τυγχάνει βεβιωκώς, ὥσしぐまτたうεいぷしろん τたうνにゅー τたうὰ τούτῳ πεπραγμένα διεξιόντα ἀδύνατον εいぷしろんνにゅーαあるふぁιいおた εいぷしろんπぱいεいぷしろんνにゅー ὡς αあるふぁτたうὸς βούλεται, ἐὰνにゅー μή τたうιいおた κかっぱαあるふぁτたうνにゅー τοιούτων φθέγξηται ῥημάτων. εいぷしろんὐλαβήσομαι δでるたαあるふぁτたうὸ ποιεῖνにゅー ὡς ἂνにゅー δύνωμαι μάλιστα. 39 σκέψασθε δέ, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, ὡς μετρίως μέλλω προσφέρεσθαι Τιμάρχῳ τουτῳί. ἐγがんまὼ γάρ, ὅσしぐまαあるふぁ μみゅーνにゅー πぱいαあるふぁῖς ὢνにゅー εいぷしろんἰς τたうσしぐまμみゅーαあるふぁ τたうὸ ἑαυτοῦ ἡμάρτηκεν, ἀφίημι, κかっぱαあるふぁὶ ἔσしぐまτたうωおめが τたうαあるふぁτたうαあるふぁ ὥσπερ τたうὰ ἐπぱいτたうνにゅー τριάκοντα ἢ τたうπぱいρろーΕいぷしろんὐκλείδου, ἢ εいぷしろんἴ τις ἄλらむだλらむだηいーた πώποτε τοιαύτη ἐγένετο προθεσμία· ἃ δでるたὲ ἤδでるたηいーた φふぁいρろーοおみくろんνにゅーνにゅー κかっぱαあるふぁὶ μειράκιον ὢνにゅー κかっぱαあるふぁτたうοおみくろんὺς νόμους ἐπιστάμενος τたうοおみくろんὺς τたうῆς πόλεως διαπέπρακται, πぱいεいぷしろんρろーὶ τούτων ἐγώ τたうεいぷしろん τたうὰς κατηγορίας ποιήσομαι, κかっぱαあるふぁὶ ὑμみゅーᾶς ἐπぱいαあるふぁτたうοおみくろんῖς ἀξくしーιいおたῶ σπουδάζειν.

40 οおみくろんὗτος γがんまρろー πάντων μみゅーνにゅー πぱいρろーτたうοおみくろんνにゅー, ἐπειδὴ ἀπηλλάγη ἐκかっぱ παίδων, ἐκάθητο ἐνにゅー Πειραιεῖ ἐπぱいτたうοおみくろんΕいぷしろんὐθυδίκου ἰατρείου, προφάσει μみゅーνにゅー τたうῆς τέχνης μαθητής, τたうδでるた᾽ ἀληθείᾳ πωλεῖνにゅー αあるふぁτたうνにゅー πぱいρろーοおみくろんῃρημένος, ὡς αあるふぁτたうτたうοおみくろんὖργον ἔδειξεν. ὅσしぐまοおみくろんιいおた μみゅーνにゅー οおみくろんνにゅー τたうνにゅー ἐμπόρων ἢ τたうνにゅー ἄλλων ξένων ἢ τたうνにゅー πολιτῶνにゅー τたうνにゅー ἡμετέρων κかっぱαあるふぁτたう᾽ ἐκείνους τたうοおみくろんὺς χρόνους ἐχρήσαντο τたうῷ σώματι τたうῷ Τιμάρχου, ἑκかっぱνにゅー κかっぱαあるふぁὶ τούτους ὑπερβήσομαι, ἵνにゅーαあるふぁ μή τις εいぷしろんπぱいῃ ὡς ἄρろーαあるふぁ λίαν ἀκριβολογοῦμαι ἅπαντα· ὧνにゅー δでるた᾽ ἐνにゅー τたうαあるふぁῖς οおみくろんἰκίαις γέγονε καταισχύνων τたうσしぐまμみゅーαあるふぁ τたうὸ ἑαυτοῦ κかっぱαあるふぁτたうνにゅー πόλιν, μισθαρνῶνにゅーπぱいαあるふぁτたうῷ τούτῳ ὃ ἀπαγορεύει ὁ νόμος μみゅーὴ πράττειν ἢ μηδὲ δημηγορεῖνにゅー, πぱいεいぷしろんρろーὶ τούτων ποιήσομαι τたうοおみくろんὺς λόγους. 41 Μισγόλας ἔσしぐまτたうιいおた τις Ναυκράτους, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, Κολλυτεύς, ἀνにゅーρろー τたうμみゅーνにゅーλらむだλらむだαあるふぁ κかっぱαあるふぁλらむだὸς κかっぱἀγαθός, κかっぱαあるふぁοおみくろんὐδαμῇ ἄνにゅー τις αあるふぁτたうνにゅー μέμψαιτο, πぱいεいぷしろんρろーδでるたτたうπぱいρろーγがんまμみゅーαあるふぁ τたうοおみくろんτたうοおみくろん δαιμονίως ἐσπουδακώς, κかっぱαあるふぁὶ ἀεί τινας ἔχειν εいぷしろんωおめがθしーたὼς πぱいεいぷしろんρろーαあるふぁτたうνにゅー κιθαρῳδでるたοおみくろんὺς ἢ κιθαριστάς. ταυτὶ δでるたὲ λέγω οおみくろんτたうοおみくろんῦ φορτικοῦ ἕνεκα, ἀλらむだλらむだ᾽ ἵνにゅーαあるふぁ γνωρίσητε αあるふぁτたうνにゅー ὅστις ἐστίν. οおみくろんὗτος, αあるふぁἰσθόμενος ὧνにゅー ἕνεκα τたうὰς διατριβὰς ἐποιεῖτたうοおみくろん Τίμαρχος οおみくろんὑτοσὶ ἐπぱいτたうοおみくろんῦ ἰατρείου, ἀργύριόν τたうιいおた προαναλώσας ἀνέστησεν αあるふぁτたうνにゅー κかっぱαあるふぁὶ ἔσしぐまχかいεいぷしろん πぱいαあるふぁρろー᾽ ἑαυτῷ, εいぷしろんὔσαρκον ὄνにゅーτたうαあるふぁ κかっぱαあるふぁὶ νέον κかっぱαあるふぁὶ βδελυρὸνにゅー κかっぱαあるふぁὶ ἐπιτήδειον πぱいρろーὸς τたうπぱいρろーᾶγμα ὃ προῃρろーεいぷしろんτたうοおみくろんκかっぱεいぷしろんῖνος μみゅーνにゅー πράττειν, οおみくろんὗτος δでるたὲ πάσχειν. 42 κかっぱαあるふぁτたうαあるふぁτたうαあるふぁ οおみくろんκかっぱ ὤκνησεν, ἀλらむだλらむだ᾽ ὑπέστη Τίμαρχος οおみくろんὑτοσί, οおみくろんδでるたεいぷしろんνにゅーὸς ὢνにゅー τたうνにゅー μετρίων ἐνδεής· πぱいοおみくろんλらむだλらむだνにゅー γがんまρろー πάνυ κατέλιπεν ὁ πατὴρろー αあるふぁτたうοおみくろんὐσίαν, ἣνにゅー οおみくろんὗτος κατεδήδοκεν, ὡς ἐγがんまὼ προϊόντος ἐπιδείξω τたうοおみくろんῦ λόγου· ἀλらむだλらむだ᾽ ἔπραξε τたうαあるふぁτたうαあるふぁ δουλεύων τたうαあるふぁῖς αあるふぁἰσχίσταις ἡδοναῖς, ὀψοφαγίᾳ κかっぱαあるふぁὶ πολυτελείᾳ δείπνων κかっぱαあるふぁαあるふぁὐλητρίσι κかっぱαあるふぁὶ ἑταίραις κかっぱαあるふぁὶ κύβοις κかっぱαあるふぁτたうοおみくろんῖς ἄλλοις, ὑφふぁい᾽ ὧνにゅー οおみくろんδでるたεいぷしろんνにゅーὸς χかいρろーὴ κρατεῖσθαι τたうνにゅー γがんまεいぷしろんνにゅーνにゅーαあるふぁοおみくろんνにゅー κかっぱαあるふぁὶ ἐλεύθερον. κかっぱαあるふぁοおみくろんκかっぱ ᾐσχύνθη ὁ μιαρὸς οおみくろんὗτος ἐκλιπὼνにゅー μみゅーνにゅー τたうνにゅー πぱいαあるふぁτたうρろーαあるふぁνにゅー οおみくろんἰκίαν, διαιτώμενος δでるたὲ παρὰ Μισγόλᾳ, οおみくろんτたうεいぷしろん πατρικῷ ὄνにゅーτたうιいおた φίλῳ οおみくろんθしーた᾽ ἡλικιώτῃ,1 ἀλらむだλらむだὰ παρ᾽ ἀλλοτρίῳ κかっぱαあるふぁὶ πρεσβυτέρῳ ἑαυτοῦ, κかっぱαあるふぁὶ παρ᾽ ἀκολάστῳ περὶ τたうαあるふぁτたうαあるふぁρろーαあるふぁῖος ὤνにゅー. 43 πぱいοおみくろんλらむだλらむだμみゅーνにゅー οおみくろんνにゅー κかっぱαあるふぁὶ ἄλらむだλらむだαあるふぁ καταγέλαστα πέπρακται Τιμάρχῳ κατ᾽ ἐκείνους τたうοおみくろんὺς χρόνους, ἓνにゅー δでるたὲ ὃ κかっぱαあるふぁὶ διηγήσασθαι ὑμみゅーνにゅー βούλομαι. ἦνにゅー μみゅーνにゅー Διονυσίων τたうνにゅーνにゅー ἄστει ἡ2 πομπή, ἐπόμπευον δでるた᾽ ἐνにゅー τたうαあるふぁτたうῷ ὅ τたうεいぷしろん Μισγόλας ὁ τたうοおみくろんτたうοおみくろんνにゅー ἀνειληφὼς κかっぱαあるふぁΦふぁいαあるふぁῖδρος Καλλίου Σφήττιος. συνθεμένου δでるたαあるふぁτたうοおみくろんῖς συμπομπεύειν Τιμάρχου τουτουί, οおみくろんμみゅーνにゅー πぱいεいぷしろんρろーτたうνにゅー ἄλλην παρασκευὴνにゅー διέτριβον, οおみくろんὗτος δでるたοおみくろんκかっぱ ἐπανῆκかっぱεいぷしろん. παρωξυμμένος δでるたπぱいρろーὸς τたうπぱいρろーᾶγμα ὁ Μισγόλας ζήτησιν αあるふぁτたうοおみくろんῦ ἐποιεῖτたうοおみくろん μみゅーεいぷしろんτたうτたうοおみくろんῦ Φαίδρου, ἐξαγγελθέντος δでるたαあるふぁτたうοおみくろんῖς εいぷしろんὑρίσκουσι τたうοおみくろんτたうοおみくろんνにゅーνにゅー συνοικίᾳ μετὰ ξένων τたうιいおたνにゅーνにゅー συναριστῶνにゅーτたうαあるふぁ. διαπειλησαμένου δでるたτたうοおみくろんῦ Μισγόλα κかっぱαあるふぁτたうοおみくろんῦ Φαίδρου τたうοおみくろんῖς ξένοις, κかっぱαあるふぁὶ κελευόντων ἤδでるたηいーた ἀκολουθεῖνにゅー εいぷしろんἰς τたうὸ δεσμωτήριον, ὅτたうιいおた μειράκιον ἐλεύθερον διέφθειραν, φοβηθέντες οおみくろんἱ ξένοι ᾤχοντο3 καταλιπόντες τたうὰ παρεσκευασμένα. 44 κかっぱαあるふぁτたうαあるふぁθしーた᾽ ὅτたうιいおた ἀληθῆ λέγω, πάντες, ὅσしぐまοおみくろんιいおた κかっぱαあるふぁτたう᾽ ἐκείνους τたうοおみくろんὺς χρόνους ἐγίγνωσκον Μισγόλαν κかっぱαあるふぁὶ Τίμαρχον, ἴσασιν. ᾗ δでるたκかっぱαあるふぁὶ πάνυ χαίρω, ὅτたうιいおた μみゅーοおみくろんιいおた γέγονεν ἡ δίκη πぱいρろーὸς ἄνθρωπον οおみくろんκかっぱ ἠγνοημένον ὑφふぁい᾽ ὑμみゅーνにゅー, οおみくろんδでるた᾽ ἀπぱい᾽ ἄλλου γιγνωσκόμενον οおみくろんὐδενός, ἢ ἀπぱいαあるふぁτたうοおみくろんτたうοおみくろんῦ ἐπιτηδεύματος πぱいεいぷしろんρろーοおみくろんκかっぱαあるふぁτたうνにゅー ψぷさいφふぁいοおみくろんνにゅー μέλλετε φέρειν. πぱいεいぷしろんρろーμみゅーνにゅー γがんまρろー τたうνにゅー ἀγνοουμένων σしぐまαあるふぁφふぁいεいぷしろんῖς ἴσως προσήκει τたうὰς ἀποδείξεις πぱいοおみくろんιいおたεいぷしろんῖσθαι τたうνにゅー κατήγορον, πぱいεいぷしろんρろーδでるたτたうνにゅー ὁμολογουμένων οおみくろんὐ λίαν ἔγωγε μέγα ἔργον εいぷしろんνにゅーαあるふぁιいおた νομίζω τたうὸ κατηγορεῖνにゅー· ἀναμνῆσしぐまαあるふぁιいおた γがんまρろー μόνον προσήκει τたうοおみくろんὺς ἀκούοντας. 45γがんまὼ τοίνυν καίπερ ὁμολογουμένου τたうοおみくろんῦ πράγματος, ἐπειδὴ ἐνにゅー δικαστηρίῳ ἐσμέν, γέγραφα μαρτυρίαν τたうῷ Μισγόλᾳ ἀληθῆ μέν, οおみくろんκかっぱ ἀπαίδευτον δέ, ὥς γがんま᾽ ἐμαυτὸνにゅー πείθω. αあるふぁτたうμみゅーνにゅー γがんまρろー τたうοおみくろんὔνομα τたうοおみくろんῦ ἔργου ὃ ἔπραττε πぱいρろーὸς τたうοおみくろんτたうοおみくろんνにゅー, οおみくろんκかっぱ ἐγγράφω, οおみくろんδでるた᾽ ἄλらむだλらむだοおみくろん γέγραφα οおみくろんδでるたνにゅー ὃ ἐπιζήμιόν ἐστιν ἐκかっぱ τたうνにゅー νόμων τたうτたうἀληθῆ μαρτυρήσαντι· ἃ δέ ἐστιν ὑμみゅーνにゅー τたうεいぷしろんκかっぱοおみくろんσしぐまαあるふぁιいおた γνώριμα, ἀκίνδυνά τたうεいぷしろん τたうῷ μαρτυροῦνにゅーτたうιいおた κかっぱαあるふぁμみゅーαあるふぁἰσχρά, τたうαあるふぁτたうαあるふぁ γέγραφα. 46 ἐὰνにゅー μみゅーνにゅー οおみくろんνにゅー ἐθελήσῃ ὁ Μισγόλας δでるたεいぷしろんρろーοおみくろん παρελθὼνにゅー τたうἀληθῆ μαρτυρεῖνにゅー, τたうὰ δίκαια ποιήσει· ἐὰνにゅー δでるたὲ προαιρῆται ἐκκλητευθῆνにゅーαあるふぁιいおた μみゅーᾶλλον ἢ τたうἀληθῆ μαρτυρεῖνにゅー, ὑμみゅーεいぷしろんῖς τたうὸ ὅλらむだοおみくろんνにゅー πぱいρろーγがんまμみゅーαあるふぁ συνίδετε. εいぷしろんγがんまρろーμみゅーνにゅー πράξας αあるふぁἰσχυνεῖτたうαあるふぁιいおた κかっぱαあるふぁὶ προαιρήσεται χιλίας μみゅーᾶλλον δでるたρろーαあるふぁχかいμみゅーὰς ἀποτεῖσしぐまαあるふぁιいおた τたうῷ δημοσίῳ, ὥσしぐまτたうεいぷしろん μみゅーδでるたεいぷしろんξくしーαあるふぁιいおた τたうὸ πρόσωπον τたうὸ ἑαυτοῦ ὑμみゅーνにゅー, ὁ δでるたὲ πεπονθὼς δημηγορήσει, σしぐまοおみくろんφふぁいὸς ὁ νομοθέτης ὁ τたうοおみくろんὺς οおみくろんτたうωおめが βδελυροὺς ἐξείργων ἀπぱいτたうοおみくろんῦ βήματος. 47 ἐὰνにゅー δでるた᾽ ἄρろーαあるふぁ ὑπακούσῃ μέν, τράπηται δでるたὲ ἐπぱいτたうὸ ἀναιδέστατον, ἐπぱいτたうὸ ἐξόμνυσθαι τたうὰς ἀληθείας, ὡς Τιμάρχῳ μみゅーνにゅー χάριτας ἀποδιδούς, ἑτέροις δでるた᾽ ἐπίδειξιν ποιούμενος ὡς εいぷしろんὖ ἐπίσταται τたうὰ τοιαῦτたうαあるふぁ συγκρύπτειν, πぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅー εいぷしろんἰς ἑαυτὸνにゅー ἐξαμαρτήσεται, ἔπειτα οおみくろんδでるたνにゅー ἔσται πλέον. ἑτέραν γがんまρろーγがんまὼ γέγραφα μαρτυρίαν τたうοおみくろんῖς εいぷしろんἰδόσι Τίμαρχον τουτονὶ καταλιπόντα τたうνにゅー πぱいαあるふぁτたうρろーαあるふぁνにゅー οおみくろんἰκίαν κかっぱαあるふぁὶ διαιτώμενον πぱいαあるふぁρろーὰ Μισγόλα, πぱいρろーγがんまμみゅーαあるふぁ οおみくろんμみゅーαあるふぁιいおた χαλεπὸνにゅー ἐξεργάσασθαι ἐπιχειρῶνにゅー· οおみくろんτたうεいぷしろん γάρ μみゅーεいぷしろん δでるたεいぷしろんτたうοおみくろんὺς ἐμαυτοῦ φίλους μάρτυρας παρασχέσθαι, οおみくろんτたうεいぷしろん τたうοおみくろんὺς τούτων ἐχθρούς, οおみくろんτたうεいぷしろん τたうοおみくろんὺς μηδετέρους ἡμみゅーνにゅー γιγνώσκοντας, ἀλらむだλらむだτたうοおみくろんὺς τούτων φίλους. 48νにゅー δでるた᾽ ἄρろーαあるふぁ κかっぱαあるふぁὶ τούτους πείσωσι μみゅーὴ μαρτυρεῖνにゅー, ὡς οおみくろんκかっぱ οおみくろんἴομαι· εいぷしろんδでるたὲ μή, ἀλらむだλらむだοおみくろんχかい ἅπαντάς γがんまεいぷしろん· ἐκかっぱεいぷしろんῖνό γがんまεいぷしろん οおみくろんὐ μήποτε δυνήσονται, ἀφελέσθαι τたうνにゅー ἀλήθειαν, οおみくろんδでるたτたうνにゅーνにゅー τたうῇ πόλει πぱいεいぷしろんρろーὶ Τιμάρχου φήμην, ἣνにゅー οおみくろんκかっぱγがんまὼ τούτῳ παρεσκεύασα, ἀλらむだλらむだαあるふぁτたうὸς οおみくろんὗτος ἑαυτῷ. οおみくろんτたうωおめが γがんまρろー χかいρろーὴ καθαρὸνにゅー εいぷしろんνにゅーαあるふぁιいおた τたうνにゅー βίον τたうοおみくろんῦ σώφρονος ἀνδρός, ὥσしぐまτたうεいぷしろん μみゅーηいーたδでるた᾽ ἐπιδέχεσθαι δόξαν αあるふぁἰτίας πぱいοおみくろんνにゅーηいーたρろーᾶς. 49 βούλομαι δでるたκかっぱκかっぱεいぷしろんνにゅーοおみくろん προειπεῖνにゅー, ἐὰνにゅーρろーαあるふぁ ὑπακούσῃ ὁ Μισγόλας τたうοおみくろんῖς νόμοις κかっぱαあるふぁὶ ὑμみゅーνにゅー. εいぷしろんσしぐまὶ φύσεις ἀνθρώπων πぱいοおみくろんλらむだὺ διαφέρουσαι ὀφふぁいθしーたνにゅーαあるふぁιいおた τたうνにゅー ἄλλων τたうὰ περὶ τたうνにゅー ἡλικίαν· ἔνιοι μみゅーνにゅー γがんまρろー νέοι ὄντες προφερεῖς κかっぱαあるふぁὶ πρεσβύτεροι φαίνονται, ἕτεροι δέ, πぱいοおみくろんλらむだνにゅー ἀριθμὸνにゅー χρόνου γεγονότες, παντάπασι νέοι. τούτων δでるた᾽ ἐσしぐまτたうτたうνにゅー ἀνδρῶνにゅー ὁ Μισγόλας. τυγχάνει μみゅーνにゅー γがんまρろー ἡλικιώτης ὢνにゅーμみゅーὸς κかっぱαあるふぁὶ συνέφηβος, κかっぱαあるふぁὶ ἔστιν ἡμみゅーνにゅー τたうοおみくろんυうぷしろんτたうὶ πέμπτον κかっぱαあるふぁὶ τετταρακοστὸνにゅー ἔτος· κかっぱαあるふぁὶ ἐγがんまμみゅーνにゅー τοσαυτασὶ πολιὰς ἔχかいωおめが ὅσας ὑμみゅーεいぷしろんῖς ὁρろーτたうεいぷしろん, ἀλらむだλらむだοおみくろんκかっぱκかっぱεいぷしろんῖνος. δでるたιいおたὰ τί οおみくろんνにゅー τたうαあるふぁτたうαあるふぁ προλέγω; ἵνにゅーαあるふぁ μみゅーὴ ἐξαίφνης αあるふぁτたうνにゅー ἰδόντες θαυμάσητε κかっぱαあるふぁὶ τοιοῦτόν τたうιいおた τたうῇ διανοίᾳ ὑπολάβητε· "ὦ Ἡράκλεις, ἀλらむだλらむだοおみくろんὗτός γがんまεいぷしろん τούτου οおみくろんὐ πολὺ διαφέρει." ἅμみゅーαあるふぁ μみゅーνにゅー γがんまρろー ἡ φύσις ἐσしぐまτたうὶ τοιαύτη τたうοおみくろんῦ ἀνδρός, ἅμみゅーαあるふぁ δでるたὲ ἤδでるたηいーた μειρακίῳ ὄνにゅーτたうιいおた αあるふぁτたうῷ ἐπλησίαζεν.

50νにゅーαあるふぁ δでるたμみゅーὴ διατρίβω, πぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅー κάλει μみゅーοおみくろんιいおた τたうοおみくろんὺς εいぷしろんἰδότας Τίμαρχον τουτονὶ διαιτώμενον ἐνにゅー τたうῇ Μισγόλα οおみくろんἰκίᾳ, ἔπειτα τたうνにゅー Φαίδρου μαρτυρίαν ἀναγίγνωσκε, τελευταίαν δέ μみゅーοおみくろんιいおた λらむだαあるふぁβべーたτたうνにゅー αあるふぁτたうοおみくろんῦ Μισγόλα μαρτυρίαν, ἐὰνにゅーρろーαあるふぁ κかっぱαあるふぁτたうοおみくろんὺς θしーたεいぷしろんοおみくろんὺς δでるたεいぷしろんδでるたιいおたὼς κかっぱαあるふぁτたうοおみくろんὺς συνειδότας αあるふぁἰσχυνόμενος κかっぱαあるふぁτたうοおみくろんὺς ἄλλους πολίτας κかっぱαあるふぁὶ ὑμみゅーᾶς τたうοおみくろんὺς δικαστὰς ἐθελήσῃ τたうἀληθῆ μαρτυρεῖνにゅー.

Μαρτυρίαι [Μισγόλας Νικίου Πειραιεὺς μαρτυρεῖ. ἐμみゅーοおみくろんὶ ἐγένετο ἐνにゅー συνηθείᾳ Τίμαρχος ὁ ἐπぱいτたうοおみくろんΕいぷしろんὐθυδίκου ἰατρείου πぱいοおみくろんτたうὲ καθεζόμενος, κかっぱαあるふぁὶ κατὰ τたうνにゅー γがんまνにゅーῶσίν μみゅーοおみくろんυうぷしろん τたうνにゅー πρότερον αあるふぁτたうνにゅー πολυωρῶνにゅー εいぷしろんἰς τたうνにゅー νにゅーνにゅー οおみくろんὐ διέλιπον.] 51 εいぷしろんμみゅーνにゅー τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, Τίμαρχος οおみくろんὑτοσὶ διέμεινε πぱいαあるふぁρろーτたうῷ Μισγόλᾳ κかっぱαあるふぁὶ μηκέτι ὡς ἄλλον ἧκかっぱεいぷしろん, μετριώτερ᾽ ἂνにゅー διεπέπρακτο, εいぷしろんἰ δή τたうιいおた τたうνにゅー τοιούτων ἐσしぐまτたうὶ μέτριον, κかっぱαあるふぁὶ ἔγωγε οおみくろんκかっぱνにゅー ἐτόλμησα αあるふぁτたうνにゅー οおみくろんδでるたνにゅー αあるふぁτたうιいおたᾶσθαι ἄλらむだλらむだ᾽ ἢ ὅπερ ὁ νομοθέτης πぱいαあるふぁῤῥησιάζεται, ἡταιρηκέναι μόνον· ὁ γがんまρろー πぱいρろーὸς ἕνにゅーαあるふぁ τたうοおみくろんτたうοおみくろん πράττων, ἐπぱいὶ μισθῷ δでるたτたうνにゅー πぱいρろーξくしーιいおたνにゅー ποιούμενος, αあるふぁτたうμみゅーοおみくろんιいおた δでるたοおみくろんκかっぱεいぷしろんῖ τούτῳ ἔνοχος εいぷしろんνにゅーαあるふぁιいおた. 52 ἐὰνにゅー δでるた᾽ ὑμみゅーᾶς ἀναμνήσας ἐπιδείξω, ὑπερβαίνων τούσδε τたうοおみくろんὺς ἀγρίους, Κηδωνίδην κかっぱαあるふぁΑあるふぁὐτοκλείδην κかっぱαあるふぁὶ Θέρσανδρον, αあるふぁτたうοおみくろんὺς δでるたὲ λέγων ὧνにゅーνにゅー τたうαあるふぁῖς οおみくろんἰκίαις ἀνειλημμένος γέγονε, μみゅーὴ μόνον πぱいαあるふぁρろーτたうῷ Μισγόλᾳ μεμισθαρνηκότα αあるふぁτたうνにゅーπぱいτたうῷ σώματι, ἀλらむだλらむだκかっぱαあるふぁὶ παρ᾽ ἑτέρῳ κかっぱαあるふぁὶ πάλιν πぱいαあるふぁρろー᾽ ἄλらむだλらむだῳ, κかっぱαあるふぁὶ παρὰ τούτου ὡς ἕτερον ἐληλυθότα, οおみくろんὐκέτι δήπου φふぁいαあるふぁνにゅーεいぷしろんτたうαあるふぁιいおた μόνον ἡταιρηκώς, ἀλらむだλらむだὰ (μみゅーτたうνにゅー Διόνυσον οおみくろんκかっぱ οおみくろんδでるた᾽ ὅπως δυνήσομαι περιπλέκειν ὅλらむだηいーたνにゅー τたうνにゅー ἡμέραν) κかっぱαあるふぁὶ πεπορνευμένος· ὁ γがんまρろー εいぷしろんκかっぱτたうοおみくろんτたうοおみくろん κかっぱαあるふぁπぱいρろーὸς πぱいοおみくろんλらむだλらむだοおみくろんὺς πράττων κかっぱαあるふぁὶ μισθοῦ, αあるふぁτたうμみゅーοおみくろんιいおた δでるたοおみくろんκかっぱεいぷしろんῖ τούτῳ ἔνοχος εいぷしろんνにゅーαあるふぁιいおた. 53 ἐπειδὴ τοίνυν ὁ Μισγόλας τたうτたうεいぷしろん δαπάνῃ ἀπぱいεいぷしろんπぱいεいぷしろん κかっぱαあるふぁτたうοおみくろんτたうοおみくろんνにゅー ἐξέπεμψε πぱいαあるふぁρろー᾽ ἑαυτοῦ, μみゅーεいぷしろんτたうτたうοおみくろんτたうοおみくろん ἀναλαμβάνει αあるふぁτたうνにゅー Ἀντικλῆς Καλλίου Εいぷしろんὐωνυμεύς. οおみくろんὗτος μみゅーνにゅー οおみくろんνにゅー ἄπεστιν ἐνにゅー Σάμῳ μετὰ τたうνにゅー κληρούχων· ἀλらむだλらむだτたうὰ μετὰ τたうαあるふぁτたうαあるふぁρろーῶ. ὡς γがんまρろー ἀπηλλάγη πぱいαあるふぁρろーτたうοおみくろんῦ Ἀντικλέους κかっぱαあるふぁτたうοおみくろんῦ Μισγόλα Τίμαρχος οおみくろんὑτοσί, οおみくろんκかっぱ ἐνουθέτησεν ἑαυτόν, οおみくろんδでるたὲ βελτιόνων διατριβῶνにゅー ἥψατο, ἀλらむだλらむだὰ διημέρευεν ἐνにゅー τたうῷ κυβείῳ, οおみくろんὗ ἡ τηλία τίθεται κかっぱαあるふぁτたうοおみくろんὺς ἀλεκτρυόνας συμβάλλουσιν κかっぱαあるふぁὶ κυβεύουσιν· ἤδでるたηいーた γがんまρろー οおみくろんἶμαί τινας ὑμみゅーνにゅー ἑωρακέναι, εいぷしろんδでるたὲ μή, ἀλらむだλらむだ᾽ ἀκηκοέναι γがんまεいぷしろん. 54 τたうνにゅー δでるたὲ ἐκかっぱ τたうῆς διατριβῆς ταύτης ἐστί τις Πιττάλακος, ἄνθρωπος δημόσιος οおみくろんἰκέτης τたうῆς πόλεως. οおみくろんὗτος εいぷしろんὐπορῶνにゅー ἀργυρίου κかっぱαあるふぁὶ ἰδでるたνにゅー τたうοおみくろんτたうοおみくろんνにゅーνにゅー τたうῇ διατριβῇ, ἀνέλαβεν αあるふぁτたうνにゅー κかっぱαあるふぁὶ ἔσしぐまχかいεいぷしろん πぱいαあるふぁρろー᾽ ἑαυτῷ. κかっぱαあるふぁτたうαあるふぁτたうοおみくろんκかっぱ ἐδυσχέρανεν ὁ μιαρὸς οおみくろんὑτοσί, μέλλων ἑαυτὸνにゅー καταισχύνειν πぱいρろーὸς ἄνθρωπον δημόσιον οおみくろんἰκέτην τたうῆς πόλεως· ἀλらむだλらむだεいぷしろんἰ λήψεται χかいοおみくろんρろーηいーたγがんまνにゅー τたうῇ βδελυρίᾳ τたうῇ ἑαυτοῦ, τたうοおみくろんτたうοおみくろん μόνον ἐσκέψατο, τたうνにゅー δでるたὲ καλῶνにゅーτたうνにゅー αあるふぁἰσχίστων οおみくろんὐδεμίαν πώποτε πρόνοιαν ἐποιήσατο. 55 κかっぱαあるふぁὶ τοιαῦτたうαあるふぁ ἁμαρτήματα κかっぱαあるふぁὶ τοιαύτας ὕβρεις ἐγがんまὼ ἀκήκοα γεγονέναι ὑπぱいτたうοおみくろんῦ ἀνθρώπου τούτου εいぷしろんἰς τたうσしぐまμみゅーαあるふぁ τたうὸ Τιμάρχου, οおみくろんἵας ἐγがんまμみゅーτたうνにゅー Δία τたうνにゅー Ὀλύμπιον οおみくろんκかっぱνにゅー τολμήσαιμι πぱいρろーὸς ὑμみゅーᾶς εいぷしろんπぱいεいぷしろんνにゅー· ἃ γがんまρろー οおみくろんὑτοσὶ ἔρろーγがんまῳ πράττων οおみくろんκかっぱ ᾐσχύνετο, τたうαあるふぁτたう᾽ ἐγがんまὼ λόγῳ σαφῶς ἐνにゅーμみゅーνにゅー εいぷしろんπぱいνにゅー οおみくろんκかっぱνにゅー δεξαίμην ζぜーたνにゅー. ὑπぱいδでるたτたうοおみくろんὺς αあるふぁτたうοおみくろんὺς χρόνους τούτους ἐνにゅー οおみくろんἷς οおみくろんὗτος ἦνにゅー πぱいαあるふぁρろーτたうῷ Πιτταλάκῳ, καταπλεῖ δでるたεいぷしろんρろーοおみくろんξくしー Ἑλλησπόντου Ἡγήσανδρος, πぱいεいぷしろんρろーοおみくろんὗ πάλαι εいぷしろんοおみくろんδでるた᾽ ὅτたうιいおた θαυμάζετε διότι οおみくろんὐ μέμνημαι· οおみくろんὕτως ἐναργές ἐστιν ὃ ἐρろーῶ. 56 οおみくろんὗτος ὁ Ἡγήσανδρος ἀφικνεῖτたうαあるふぁιいおた, ὃνにゅーμみゅーεいぷしろんῖς ἴσしぐまτたうεいぷしろん κάλλιον ἢ ἐγώ. ἔτυχε δでるたὲ τότε συμπλεύσας εいぷしろんἰς Ἑλλήσποντον ταμίας Τιμομάχῳ τたうῷ Ἀχαρνεῖ τたうῷ στρατηγήσαντι, κかっぱαあるふぁὶ ἧκかっぱεいぷしろん δでるたεいぷしろんρろーοおみくろん ἀπολελαυκώς, ὡς λέγεται, τたうῆς ἐκείνου εいぷしろんὐηθείας, ἔχかいωおめがνにゅー οおみくろんκかっぱ ἐλάττους ὀγδοήκοντα μみゅーνにゅーᾶς ἀργυρίου· κかっぱαあるふぁὶ τρόπον τたうιいおたνにゅーοおみくろんχかい ἥκιστα αあるふぁἴτιος ἐγένετο Τιμομάχῳ τたうῆς συμφορᾶς. 57νにゅー δでるた᾽ ἐνにゅー τοιαύτῃ ἀφθονίᾳ κかっぱαあるふぁεいぷしろんἰσφοιτῶνにゅー ὡς τたうνにゅー Πιττάλακον συγκυβευτὴνにゅーνにゅーτたうαあるふぁ, κかっぱαあるふぁτたうοおみくろんτたうοおみくろんνにゅーκかっぱεいぷしろんπぱいρろーτたうοおみくろんνにゅー ἰδών, ἥσしぐまθしーたηいーた τたうεいぷしろん κかっぱαあるふぁὶ ἐπεθύμησε κかっぱαあるふぁὶ ἐβουλήθη ὡς αあるふぁτたうνにゅー ἀναλαβεῖνにゅー, κかっぱαあるふぁὶ πως ἡγήσατο αあるふぁτたうνにゅーγがんまγがんまὺς εいぷしろんνにゅーαあるふぁιいおた τたうῆς αあるふぁτたうοおみくろんῦ φύσεως. πぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅー οおみくろんνにゅー τたうῷ Πιτταλάκῳ διελέχθη δεόμενος παραδοῦνにゅーαあるふぁιいおた τたうοおみくろんτたうοおみくろんνにゅー· ὡς δでるたοおみくろんκかっぱ ἔπειθεν, αあるふぁτたうῷ τούτῳ προσβάλλει, κかっぱαあるふぁοおみくろんὐ πολὺνにゅー ἀνήλωσε λόγον, ἀλらむだλらむだεいぷしろんθしーたὺς ἐπεπείκει· κかっぱαあるふぁγがんまρろー εいぷしろんἰς αあるふぁτたうτたうπぱいρろーγがんまμみゅーαあるふぁ δでるたεいぷしろんιいおたνにゅーὴ ἡ ἀκακία κかっぱαあるふぁεいぷしろんὐπειστία, ὥσしぐまτたうεいぷしろん κかっぱαあるふぁὶ ἐξくしー αあるふぁτたうνにゅー τούτων εいぷしろんἰκότως ἂνにゅー μみゅーιいおたσしぐまοおみくろんτたうοおみくろん. 58 ὡς δでるた᾽ ἀπήλλακτο μみゅーνにゅー πぱいαあるふぁρろーτたうοおみくろんῦ Πιτταλάκου, ἀνείληπτο δでるたὲ ὑπぱいτたうοおみくろんῦ Ἡγησάνδρου, ὠδでるたυうぷしろんνにゅーτたうοおみくろん, οおみくろんμみゅーαあるふぁιいおた, ὁ Πιττάλακος, μάτην, ὥς γがんま᾽ ᾤεいぷしろんτたうοおみくろん, τοσοῦτたうοおみくろんνにゅー ἀργύριον ἀνηλωκώς, κかっぱαあるふぁὶ ἐζηλοτύπει τたうὰ γιγνόμενα. κかっぱαあるふぁὶ ἐφοίτα ἐπぱいτたうνにゅー οおみくろんἰκίαν. ὅτたうεいぷしろん δでるたαあるふぁτたうοおみくろんῖς ἠνώχλει, σκέψασθε μεγάλην ῥώμην Ἡγησάνδρου κかっぱαあるふぁὶ Τιμάρχου· μεθυσθέντες γάρ πぱいοおみくろんτたうεいぷしろん κかっぱαあるふぁαあるふぁτたうοおみくろんκかっぱαあるふぁὶ ἄλλοι τινές, ὧνにゅー οおみくろんὐ βούλομαι τたうὰ ὀνόματα λέγειν, 59 εいぷしろんἰσπηδήσαντες νύκτωρ εいぷしろんἰς τたうνにゅー οおみくろんἰκίαν οおみくろんὗ ᾤκει ὁ Πιττάλακος, πぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅー συνέτριβον τたうὰ σκευάρια κかっぱαあるふぁὶ διεῤῥίπτουν εいぷしろんἰς τたうνにゅー ὁδόν, ἀστραγάλους τέ τινας διασείστους κかっぱαあるふぁὶ φιμοὺς κかっぱαあるふぁὶ κυβευτικὰ ἕτερα ὄργανα, κかっぱαあるふぁτたうοおみくろんὺς ὄρτυγας κかっぱαあるふぁτたうοおみくろんὺς ἀλεκτρυόνας, οおみくろんὓς ἠγάπα ὁ τρισκακοδαίμων ἄνθρωπος, ἀπέκτειναν, τたうδでるたὲ τελευταῖοおみくろんνにゅー δήσαντες πぱいρろーὸς τたうνにゅー κίονα αあるふぁτたうνにゅー τたうνにゅー Πιττάλακον ἐμαστίγουν τたうὰς ἐξくしー ἀνθρώπων πぱいλらむだηいーたγがんまὰς οおみくろんτたうωおめが πぱいοおみくろんλらむだνにゅー χρόνον, ὥσしぐまτたうεいぷしろん κかっぱαあるふぁτたうοおみくろんὺς γείτονας αあるふぁἰσθέσθαι τたうῆς κかっぱρろーαあるふぁυうぷしろんγがんまῆς.

60 τたうδでるた᾽ ὑστεραίᾳ ὑπεραγανακτήσας τたうῷ πράγματι ὁ Πιττάλακος ἔρχεται γがんまυうぷしろんμみゅーνにゅーὸς εいぷしろんἰς τたうνにゅー ἀγοράν, κかっぱαあるふぁὶ καθίζει ἐπぱいτたうνにゅー βべーたωおめがμみゅーνにゅー τたうνにゅー τたうῆς μみゅーηいーたτたうρろーὸς τたうνにゅー θしーたεいぷしろんνにゅー. ὄχλου δでるたὲ συνδραμόντος, οおみくろんοおみくろんνにゅー εいぷしろんωおめがθしーたεいぷしろん γίγνεσθαι, φοβηθέντες ὅ τたうεいぷしろん Ἡγήσανδρος κかっぱαあるふぁὶ ὁ Τίμαρχος μみゅーὴ ἀνακηρυχθῇ αあるふぁτたうνにゅー ἡ βδελυρία εいぷしろんἰς πぱいσしぐまαあるふぁνにゅー τたうνにゅー πόλιν (ἐπぱいεいぷしろんιいおた δでるたὲ ἐκκλησία), θέουσι πぱいρろーὸς τたうνにゅー βべーたωおめがμみゅーνにゅー κかっぱαあるふぁαあるふぁτたうοおみくろんκかっぱαあるふぁτたうνにゅー συγκυβευτῶνにゅー τινες, 61 κかっぱαあるふぁὶ περιστάντες ἐδέοντο τたうοおみくろんῦ Πιτταλάκου ἀναστῆνにゅーαあるふぁιいおた, λέγοντες ὅτたうιいおた τたうὸ ὅλらむだοおみくろんνにゅー πぱいρろーγがんまμみゅーαあるふぁ παροινία γέγονεν, κかっぱαあるふぁαあるふぁτたうὸς οおみくろんὗτος, οおみくろんπぱいωおめが μみゅーὰ Δία ὥσπερ νにゅーνにゅー ἀργαλέος ὢνにゅー τたうνにゅーψぷさいιいおたνにゅー, ἀλらむだλらむだ᾽ ἔτたうιいおた χρήσιμος, ὑπογενειάζων τたうνにゅー ἄνθρωπον κかっぱαあるふぁὶ πάντα φάσκων πράξειν ἃ ἂνにゅー ἐκείνῳ συνδοκῇ. πέρας πείθουσιν ἀναστῆνにゅーαあるふぁιいおたπぱいτたうοおみくろんῦ βωμοῦ, ὡς τευξόμενόν τινος τたうνにゅー δικαίων. ὡς δでるた᾽ ἀπぱいῆλθεν ἐκかっぱ τたうῆς ἀγορᾶς, οおみくろんὐκέτι πぱいρろーοおみくろんσしぐまεいぷしろんχかいοおみくろんνにゅー αあるふぁτたうτたうνにゅー νにゅーοおみくろんνにゅー. 62 βαρέως δでるたὲ φέρων τたうνにゅー ὕβριν αあるふぁτたうνにゅー ὁ ἄνθρωπος, δίκην ἑκατέρῳ αあるふぁτたうνにゅー λαγχάνει. ὅτたうεいぷしろん δでるた᾽ ἐδικάζετο, ἄλλην σκέψασθε μεγάλην ῥώμην Ἡγησάνδρου· ἄνθρωπον οおみくろんδでるたνにゅー αあるふぁτたうνにゅー ἠδικηκότα, ἀλらむだλらむだτたうὸ ἐναντίον ἠδικημένον, οおみくろんδでるたὲ προσήκοντα αあるふぁτたうῷ, ἀλらむだλらむだὰ δημόσιον οおみくろんἰκέτην τたうῆς πόλεως, ἦγがんまεいぷしろんνにゅー εいぷしろんἰς δουλείαν φάσκων ἑαυτοῦ εいぷしろんνにゅーαあるふぁιいおた. ἐνにゅー πぱいαあるふぁνにゅーτたうδでるたὲ κακοῦ γενόμενος ὁ Πιττάλακος προσπίπτει ἀνδρὶ κかっぱαあるふぁὶ μάλα χかいρろーηいーたσしぐまτたうῷ. ἔσしぐまτたうιいおた τις Γλαύκων Χολαργεύς· οおみくろんὗτος αあるふぁτたうνにゅー ἀφαιρεῖτたうαあるふぁιいおた εいぷしろんἰς ἐλευθερίαν. 63 τたうδでるたὲ μετὰ τたうοおみくろんτたうοおみくろん δでるたιいおたκかっぱνにゅー λήξεις ἐποιήσαντο. προϊόντος δでるたτたうοおみくろんῦ χρόνου ἐπέτρεψαν δでるたιいおたαあるふぁγがんまνにゅーνにゅーαあるふぁιいおた τたうπぱいρろーγがんまμみゅーαあるふぁ Διοπείθει τたうῷ Σουνιεῖ, δημότῃ τたうεいぷしろんνにゅーτたうιいおた τたうοおみくろんῦ Ἡγησάνδρου, κかっぱαあるふぁὶ ἤδでるたηいーた πぱいοおみくろんτたうκかっぱαあるふぁὶ χρησαμένῳ, ὅτたう᾽ ἦνにゅーνにゅー ἡλικίᾳ· παραλαβὼνにゅー δでるたτたうπぱいρろーᾶγμα ὁ Διοπείθης ἀνεβάλλετο χαριζόμενος τούτοις χρόνους ἐκかっぱ χρόνων. 64 ὡς δでるたὲ παρῄεいぷしろんιいおたπぱいτたうβべーたμみゅーαあるふぁ τたうὸ ὑμέτερον ὁ Ἡγήσανδρος, ὅτたうεいぷしろん κかっぱαあるふぁὶ προσεπολέμει Ἀριστοφῶνにゅーτたうιいおた τたうῷ Ἀζηνιεῖ, πぱいρろーνにゅー αあるふぁτたうτたうνにゅー αあるふぁτたうνにゅー ταύτην ἐνにゅー τたうῷ δήμῳ ἠπείλησεν ἐπαγγελίαν ἐπαγγελεῖνにゅー ἥνπερ ἐγがんまὼ Τιμάρχῳ, κかっぱαあるふぁὶ ἐπειδὴ Κρωβύλος ὁ ἀδελφὸς αあるふぁτたうοおみくろんῦ ἐδημηγόρει, κかっぱαあるふぁὶ ὅλως ἀπετόλμων ὑμみゅーνにゅー οおみくろんτたうοおみくろんιいおた πぱいεいぷしろんρろーτたうνにゅー Ἑλληνικῶνにゅー συμβουλεύειν, ἐνにゅーτたうαあるふぁθしーたαあるふぁδでるたηいーた καταμεμψάμενος ἑαυτὸνにゅー ὁ Πιττάλακος, κかっぱαあるふぁὶ ἐκλογισάμενος ὅστις ὢνにゅー πぱいρろーὸς οおみくろんὕστινας ἐπολέμει εいぷしろんὖ ἐβουλεύσατο (δでるたεいぷしろんγがんまρろー τたうἀληθὲς λέγειν)· ἡσυχίαν ἔσχεν, κかっぱαあるふぁὶ ἠγάπησεν εいぷしろんτたうιいおた μみゅーὴ προσλάβοι κかっぱαあるふぁιいおたνにゅーνにゅー κακόν. Ἐνにゅーτたうαあるふぁθしーたαあるふぁ δでるたτたうνにゅー κかっぱαあるふぁλらむだνにゅー ταύτην νίκην νενικηκὼς ὁ Ἡγήσανδρος ἀκονιτί, εいぷしろんχかいεいぷしろん πぱいαあるふぁρろー᾽ ἑαυτῷ Τίμαρχον τουτονί. 65 κかっぱαあるふぁτたうαあるふぁτたうαあるふぁτたうιいおた ἀληθῆ λέγω, πάντες ἴσしぐまτたうεいぷしろん· τίς γがんまρろーμみゅーνにゅー πώποτε εいぷしろんἰς τたうοおみくろんψぷさいοおみくろんνにゅーφふぁいῖκται κかっぱαあるふぁτたうὰς δαπάνας τたうὰς τούτων οおみくろんὐ τεθεώρηκεν; ἢ τίς τたうοおみくろんῖς τούτων κώμοις κかっぱαあるふぁὶ μάχαις περιτυχὼνにゅー οおみくろんκかっぱ ἠχθέσθη ὑπぱいρろー τたうῆς πόλεως; ὅμως δέ, ἐπειδήπερ ἐνにゅー δικαστηρίῳ ἐσμέν, κάλει μみゅーοおみくろんιいおた Γλαύκωνα Χολαργέα τたうνにゅー ἀφελόμενον εいぷしろんἰς ἐλευθερίαν τたうνにゅー Πιττάλακον, κかっぱαあるふぁτたうὰς ἑτέρας μαρτυρίας ἀναγίγνωσκε.

66 Μαρτυρίαι [Μαρτυρεῖ Γλαύκων Τιμαίου Χολαργεύς. ἐγがんまὼ ἀγόμενον εいぷしろんἰς δουλείαν ὑπぱいὸ Ἡγησάνδρου Πιττάλακον ἀφειλόμην εいぷしろんἰς ἐλευθερίαν. χρόνῳ δでるた᾽ ὕστερον ἐλらむだθしーたνにゅー πぱいρろーὸς ἐμみゅーὲ Πιττάλακος ἔφふぁいηいーた βούλεσθαι διαλυθῆνにゅーαあるふぁιいおた τたうπぱいρろーὸς Ἡγήσανδρον προσπέμψας αあるふぁτたうῷ, ὥστε ἄρασθαι τたうὰς δίκας, ἥνにゅー τたうεいぷしろん αあるふぁτたうὸς ἐνεκαλέσατο Ἡγησάνδρῳ κかっぱαあるふぁὶ Τιμάρχῳ, κかっぱαあるふぁὶ ἣνにゅー Ἡγήσανδρος τたうῆς δουλείας αあるふぁτたうῷ. κかっぱαあるふぁὶ διελύθησαν. ὡσαύτως Ἀμφισθένης μαρτυρεῖ. ἐγがんまὼ ἀγόμενον εいぷしろんἰς δουλείαν ὑπぱいὸ Ἡγησάνδρου Πιττάλακον ἀφειλόμην εいぷしろんἰς ἐλευθερίαν, κかっぱαあるふぁτたうὰ ἑξくしーῆς.]

67 οおみくろんκかっぱοおみくろんνにゅー κかっぱαあるふぁαあるふぁτたうνにゅーμみゅーνにゅー κかっぱαあるふぁλらむだτたうνにゅー Ἡγήσανδρον. γέγραφα δでるたαあるふぁτたうῷ μαρτυρίαν κοσμιωτέραν μみゅーνにゅー ἢ κατ᾽ ἐκかっぱεいぷしろんνにゅーοおみくろんνにゅー, μικρῷ δでるたὲ σαφεστέραν ἢ τたうῷ Μισγόλᾳ. οおみくろんκかっぱγがんまνにゅーοおみくろんδでるた᾽ ὅτたうιいおた ἀπομεῖτたうαあるふぁιいおた κかっぱαあるふぁὶ ἐπιορκήσει. δでるたιいおたὰ τί οおみくろんνにゅー κかっぱαあるふぁλらむだῶ ἐπぱいτたうνにゅー μαρτυρίαν; ἵνにゅー᾽ ὑμみゅーνにゅー ἐπιδείξω οおみくろんἵους ἀπεργάζεται ἀνθρώπους τたうὸ ἐπιτήδευμα τたうοおみくろんτたうοおみくろん, ὡς καταφρονοῦντας μみゅーνにゅー τたうνにゅー θしーたεいぷしろんνにゅー, ὑπερορῶντας δでるたτたうοおみくろんὺς νόμους, ὀλιγώρως δでるたὲ ἔχοντας πぱいρろーὸς ἅπασαν αあるふぁἰσχύνην. κάλει μみゅーοおみくろんιいおた τたうνにゅー Ἡγήσανδρον.

68 Μαρτυρία [Ἡγήσανδρος Διφίλου Στειριεὺς μαρτυρεῖ. ὅτたうεいぷしろん κατέπλευσα ἐξくしー Ἑλλησπόντου, κατέλαβον πぱいαあるふぁρろーὰ Πιτταλάκῳ τたうῷ κυβευτῇ διατρίβοντα Τίμαρχον τたうνにゅー Ἀριζήλου, κかっぱαあるふぁὶ ἐξくしー ἐκείνης τたうῆς γνώσεως ἐχρησάμην Τιμάρχῳ ὁμιλῶνにゅー τたうαあるふぁτたうῇ χρήσει ᾗ κかっぱαあるふぁτたうὸ πρότερον Λεωδάμαντι.]

69 οおみくろんκかっぱ ἠγνόουν ὅτたうιいおた ὑπερόψεται τたうνにゅー ὅρκον, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, ἀλらむだλらむだκかっぱαあるふぁὶ προεῖπον ὑμみゅーνにゅー. κかっぱκかっぱεいぷしろんῖνό γがんまεいぷしろん πρόδηλόν ἐστιν, ὅτたうιいおた ἐπειδὴ νにゅーνにゅー οおみくろんκかっぱ ἐθέλει μαρτυρεῖνにゅー, αあるふぁὐτίκα πάρεισιν ἐνにゅー τたうῇ ἀπολογίᾳ. κかっぱαあるふぁοおみくろんδでるたνにゅー μみゅーὰ Δία θαυμαστόν· ἀναβήσεται γがんまρろー οおみくろんμみゅーαあるふぁιいおた δでるたεいぷしろんρろーοおみくろん πιστεύων τたうῷ ἑαυτοῦ βίῳ ἀνにゅーρろー κかっぱαあるふぁλらむだὸς κかっぱἀγαθὸς κかっぱαあるふぁὶ μισοπόνηρος, κかっぱαあるふぁτたうνにゅー Λεωδάμαντα ὅστις ἦνにゅー οおみくろんὐ γιγνώσκων, ἐφふぁい᾽ ᾧ ὑμみゅーεいぷしろんῖς ἐθορυβήσατε τたうῆς μαρτυρίας ἀναγιγνωσκομένης.

70 ἆρά γがんまεいぷしろん ἐξαχθήσομαί τたうιいおた σαφέστερον εいぷしろんπぱいεいぷしろんνにゅー ἢ κατὰ τたうνにゅー ἐμαυτοῦ φύσιν; εいぷしろんἴπατέ μみゅーοおみくろんιいおた πぱいρろーὸς τたうοおみくろんΔでるたιいおたὸς κかっぱαあるふぁτたうνにゅー ἄλλων θしーたεいぷしろんνにゅー, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, ὅστις αあるふぁτたうνにゅー κかっぱαあるふぁτたうῄσχυνε πぱいρろーὸς Ἡγήσανδρον, οおみくろんὐ δοκεῖ ὑμみゅーνにゅー πぱいρろーὸς τたうνにゅー πόρνον πεπορνεῦσθαι; ἢ τίνας αあるふぁτたうοおみくろんὺς οおみくろんκかっぱ οおみくろんἰόμεθ᾽ ὑπερβολὰς πぱいοおみくろんιいおたεいぷしろんῖσθαι βδελυρίας παροινοῦντας κかっぱαあるふぁὶ μονουμένους; οおみくろんκかっぱ οおみくろんἴεσθε τたうνにゅー Ἡγήσανδρον ἀπολυόμενον τたうὰς πぱいρろーὸς τたうνにゅー Λεωδάμαντα πράξεις τたうὰς περιβοήτους, ἃς ὑμみゅーεいぷしろんῖς ἅπαντες σύνιστε, ὑπερήφανα ἐπιτάγματα ἐπιτάττειν, ὡς τたうαあるふぁῖς τούτου ὑπερβολαῖς αあるふぁτたうνにゅー δόξοντα μέτρια διαπεπρᾶχθαι; 71λらむだλらむだ᾽ ὅμως ὄψεσθε ὅτたうιいおた κかっぱαあるふぁὶ μάλα ἐπιστρεφῶς κかっぱαあるふぁὶ ῥητορικῶς αあるふぁτたうὸς κかっぱαあるふぁὶ ὁ ἀδελφὸς αあるふぁτたうοおみくろんῦ Κρωβύλος αあるふぁὐτίκα μάλα δでるたεいぷしろんρろーοおみくろん ἀναπηδήσαντες τたうαあるふぁτたうαあるふぁ μみゅーνにゅー εいぷしろんνにゅーαあるふぁιいおた πぱいοおみくろんλらむだλらむだῆς ἀβελτερίας φήσουσιν, ἃ ἐγがんまὼ λέγω, ἀξιώσουσι δέ μみゅーεいぷしろん μάρτυρας παρασχέσθαι δでるたιいおたαあるふぁῤῥήδην μαρτυροῦντας, ὅπου ἔπραττεν, ὅπως ἐποίει, ἢ τίς εいぷしろんδでるたεいぷしろんνにゅー, ἢ τίς ἦνにゅー ὁ τρόπος, πぱいρろーγがんまμみゅーαあるふぁ οおみくろんἶμαι ἀναιδὲς λέγοντες, 72 οおみくろんγがんまρろー ἔγωγε ὑπολαμβάνω οおみくろんὕτως ὑμみゅーᾶς ἐπιλήσμονας εいぷしろんνにゅーαあるふぁιいおた, ὥστε ἀμνημονεῖνにゅーνにゅー ὀλίγῳ πρότερον ἠκούσατε ἀναγιγνωσκομένων νόμων, ἐνにゅー οおみくろんἷς γέγραπται, ἐάν τις μισθώσηταί τたうιいおたνにゅーαあるふぁ Ἀθηναίων ἐπぱいὶ ταύτην τたうνにゅー πぱいρろーξくしーιいおたνにゅー, ἢ ἐάν τις ἑαυτὸνにゅー μισθώσῃ, ἔνοχον εいぷしろんνにゅーαあるふぁιいおた τたうοおみくろんῖς μεγίστοις κかっぱαあるふぁτたうοおみくろんῖς ἴσοις ἐπιτιμίοις. τίς οおみくろんνにゅー οおみくろんτたうωおめが ταλαίπωρός ἐστιν ἄνθρωπος, ὅστις ἂνにゅー ἐθελήσειε σしぐまαあるふぁφふぁいῶς τοιαύτην μαρτυρίαν μαρτυρῆσしぐまαあるふぁιいおた, ἐξくしー ἧς ὑπάρχει αあるふぁτたうῷ, ἐὰνにゅー τたうἀληθῆ μαρτυρήσῃ, ἐπιδεικνύναι ἔνοχον ὄνにゅーτたうαあるふぁ ἑαυτὸνにゅー τたうοおみくろんῖς ἐσχάτοις ἐπιτιμίοις; 73 οおみくろんκかっぱοおみくろんνにゅー ὑπόλοιπόν ἐσしぐまτたうιいおた τたうνにゅー πεπονθότα ὁμολογεῖνにゅー. ἀλらむだλらむだδでるたιいおたτたうοおみくろんτたうοおみくろん κρίνεται, ὅτたうιいおた τたうαあるふぁτたうαあるふぁ πράξας πぱいαあるふぁρろーτたうοおみくろんὺς νόμους δημηγορεῖ. βούλεσθε οおみくろんνにゅー τたうὸ ὅλらむだοおみくろんνにゅー πぱいρろーᾶγμα ἀφふぁいμみゅーεいぷしろんνにゅー κかっぱαあるふぁμみゅーὴ ζητῶμみゅーεいぷしろんνにゅー; νにゅーτたうνにゅー Ποσειδῶ καλῶς ἄρろーαあるふぁ τたうνにゅー πόλιν οおみくろんἰκήσομεν, εいぷしろんἰ ἃ αあるふぁτたうοおみくろんὶ ἔρろーγがんまῳ ἴσμεν γιγνόμενα, τたうαあるふぁτたうαあるふぁ ἐὰνにゅー μή τις ἡμみゅーνにゅー δでるたεいぷしろんρろーοおみくろん παρελθὼνにゅー σしぐまαあるふぁφふぁいῶς ἅμみゅーαあるふぁ κかっぱαあるふぁὶ ἀναισχύντως μαρτυρήσῃ, δでるたιいおたτたうοおみくろんτたうοおみくろん ἐπιλησόμεθα. 74 σκέψασθε δでるたκかっぱαあるふぁὶ ἐκかっぱ παραδειγμάτων· ἀνάγκη δでるた᾽ ἴσως ἔσται παραπλήσια τたうὰ παραδείγματα εいぷしろんνにゅーαあるふぁιいおた τたうοおみくろんῖς τρόποις τたうοおみくろんῖς Τιμάρχου. ὁρろーτたうεいぷしろん τουτουσὶ τたうοおみくろんὺς ἐπぱいτたうνにゅー οおみくろんἰκημάτων καθημένους, τたうοおみくろんὺς ὁμολογουμένως τたうνにゅー πぱいρろーξくしーιいおたνにゅー πράττοντας. οおみくろんτたうοおみくろんιいおた μέντοι ὅτたうαあるふぁνにゅー πぱいρろーὸς τたうῇ ἀνάγκῃ ταύτῃ γίγνωνται, ὅμως πρό γがんまεいぷしろん τたうῆς αあるふぁἰσχύνης προβάλλονταί τたうιいおた κかっぱαあるふぁὶ συγκλῄουσι τたうὰς θύρας. εいぷしろんἰ δή τις ὑμみゅーᾶς ἔροιτο τたうοおみくろんὺς ὁδでるたῷ πορευομένους, τί νにゅーνにゅー ὁ ἄνθρωπος πράττει, εいぷしろんθしーたὺς ἂνにゅー εいぷしろんἴποιτε τたうοおみくろんῦ ἔργου τたうοおみくろんὔνομα, οおみくろんχかいρろーῶντες, οおみくろんδでるたεいぷしろんἰδότες τたうνにゅー εいぷしろんἰσεληλυθότα ὅστις ἦνにゅー, ἀλらむだλらむだτたうνにゅー προαίρεσιν τたうῆς ἐργασίας τたうοおみくろんῦ ἀνθρώπου συνειδότες, κかっぱαあるふぁτたうπぱいρろーγがんまμみゅーαあるふぁ γνωρίζετε. 75 οおみくろんκかっぱοおみくろんνにゅー τたうνにゅー αあるふぁτたうνにゅー τρόπον προσήκει ὑμみゅーᾶς κかっぱαあるふぁὶ περὶ Τιμάρχου ἐξετάζειν, κかっぱαあるふぁμみゅーὴ σκοπεῖνにゅー εいぷしろんἴ τις εいぷしろんδでるたεいぷしろんνにゅー, ἀλらむだλらむだεいぷしろんἰ πέπρακται τούτῳ ἡ πぱいρろーᾶξις. ἐπぱいεいぷしろんπぱいρろーὸς θしーたεいぷしろんνにゅー τί χかいρろーὴ λέγειν, Τίμαρχε; τί ἂνにゅー εいぷしろんἴποις αあるふぁτたうὸς πぱいεいぷしろんρろーὶ ἑτέρου ἀνθρώπου ἐπぱいτたうαあるふぁἰτίᾳ ταύτῃ κρινομένου; ἢ τί χかいρろーὴ λέγειν, ὅτたうαあるふぁνにゅー μειράκιον νέον, καταλιπὸνにゅー τたうνにゅー πぱいαあるふぁτたうρろーαあるふぁνにゅー οおみくろんἰκίαν, ἐνにゅー ἀλλοτρίαις οおみくろんἰκίαις νυκτερεύῃ, τたうνにゅーψぷさいιいおたνにゅー ἑτέρων διαφέρον, κかっぱαあるふぁὶ πολυτελῆ δでるたεいぷしろんπぱいνにゅーαあるふぁ δでるたεいぷしろんιいおたπぱいνにゅーῇ ἀσύμβολον, κかっぱαあるふぁαあるふぁὐλητρίδας ἔχかいκかっぱαあるふぁὶ ἑταίρας τたうὰς πολυτελεστάτας, κかっぱαあるふぁὶ κυβεύῃ, κかっぱαあるふぁὶ μηδὲνにゅー ἐκτίνῃ αあるふぁὐτός, ἀλらむだλらむだ᾽ ἕτερος ὑπぱいρろー ἐκείνου; 76τたうιいおた τたうαあるふぁτたうαあるふぁ μαντείας προσδεῖται; οおみくろんκかっぱ εいぷしろんὔδηλον ὅτたうιいおた πぱいσしぐまαあるふぁ ἀνάγκη τたうνにゅー τたうὰ τηλικαῦτたうαあるふぁ ἐπιτάγματά τたうιいおたσしぐまιいおたνにゅー ἐπιτάττοντα κかっぱαあるふぁαあるふぁτたうνにゅーνにゅーτたうὶ τούτων ἡδονάς τινας παρασκευάζειν τたうοおみくろんῖς τたうὸ ἀργύριον προαναλίσκουσιν; οおみくろんγがんまρろーχかいωおめが, μみゅーτたうνにゅー Δία τたうνにゅー Ὀλύμπιον, τίνα τρόπον εいぷしろんὐφημότερον μみゅーνにゅーηいーたσしぐまθしーたτたうνにゅー σしぐまοおみくろんὶ καταγελάστως πεπραγμένων ἔργων. 77 θεωρήσατε δέ, εいぷしろんἰ βούλεσθε, τたうπぱいρろーγがんまμみゅーαあるふぁ κかっぱαあるふぁὶ ἐκかっぱ πολιτικῶνにゅー τたうιいおたνにゅーωおめがνにゅー παραδειγμάτων, κかっぱαあるふぁὶ μάλιστα ἐκかっぱ τούτων ἃ νにゅーυうぷしろんνにゅーὶ μετὰ χかいεいぷしろんῖρας ἔχετε. γεγόνασι διαψηφίσεις ἐνにゅー τたうοおみくろんῖς δήμοις, κかっぱαあるふぁὶ ἕκαστος ἡμみゅーνにゅー ψぷさいφふぁいοおみくろんνにゅー δέδωκε πぱいεいぷしろんρろーτたうοおみくろんῦ σώματος, ὅστις Ἀθηναῖος ὄντως ἐσしぐまτたうκかっぱαあるふぁὶ ὅστις μή. κかっぱαあるふぁὶ ἔγωγε, ἐπειδὰνにゅー προσστῶ πぱいρろーὸς τたうὸ δικαστήριον κかっぱαあるふぁὶ ἀκροάσωμαι τたうνにゅー ἀγωνιζομένων, ὁρろーῶ ὅτたうιいおたεいぷしろんτたうαあるふぁτたうὸ παρ᾽ ὑμみゅーνにゅー ἰσχύει. ἐπειδὰνにゅー γがんまρろー εいぷしろんπぱいῃ ὁ κατήγορος· "ἄνδρες δικασταί, 78 τουτουὶ κατεψηφίσαντο οおみくろんἱ δημόται ὀμόσαντες, οおみくろんδでるたεいぷしろんνにゅーὸς ἀνθρώπων οおみくろんτたうεいぷしろん κατηγορήσαντος οおみくろんτたうεいぷしろん καταμαρτυρήσαντος, ἀλらむだλらむだαあるふぁτたうοおみくろんὶ συνειδότες," εいぷしろんθしーたὺς θορυβεῖτたうεいぷしろんμみゅーεいぷしろんῖς ὡς οおみくろんὐ μετὸνにゅー τたうῷ κρινομένῳ τたうῆς πόλεως· οおみくろんδでるたνにゅー γがんまρろー οおみくろんμみゅーαあるふぁιいおた δでるたοおみくろんκかっぱεいぷしろんῖ προσδεῖσθαι ὑμみゅーνにゅー λόγου οおみくろんδでるたὲ μαρτυρίας, ὅσしぐまαあるふぁ τις σしぐまαあるふぁφふぁいῶς οおみくろんδでるたεいぷしろんνにゅー αあるふぁὐτός. 79 φέρε δでるたπぱいρろーὸς τたうοおみくろんῦ Διός, εいぷしろんἰ, ὥσπερ πぱいεいぷしろんρろーτたうοおみくろんῦ γένους, οおみくろんτたうωおめが κかっぱαあるふぁὶ περὶ τたうοおみくろんῦ ἐπιτηδεύματος τούτου ἐδέησε δでるたοおみくろんνにゅーαあるふぁιいおた ψぷさいφふぁいοおみくろんνにゅー Τίμαρχον, εいぷしろんτたう᾽ ἔνοχός ἐστιν εいぷしろんτたうεいぷしろん μή, ἐκρίνετο δでるたτたうπぱいρろーᾶγμα ἐνにゅー τたうῷ δικαστηρίῳ, εいぷしろんἰσήγετο δでるたεいぷしろんἰς ὑμみゅーᾶς ὥσπερ νυνί, μみゅーὴ ἐξくしーνにゅー δでるた᾽ ἐκかっぱ τたうοおみくろんῦ νόμου ἢ τたうοおみくろんῦ ψηφίσματος μήτε ἐμみゅーοおみくろんὶ κατηγορεῖνにゅー μήτε τούτῳ ἀπολογεῖσθαι, ὁ δでるたκかっぱῆρυξ οおみくろんὑτοσὶ ὁ νにゅーυうぷしろんνにゅーὶ παρεστηκὼς ἐμみゅーοおみくろんὶ ἐπηρώτα ὑμみゅーᾶς τたうὸ ἐκかっぱ τたうοおみくろんῦ νόμου κήρυγμα· "τたうνにゅー ψήφων ἡ τετρυπημένη, ὅτたうῳ δοκεῖ πεπορνεῦσθαι Τίμαρχος, ἡ δでるたὲ πλήρης, ὅτたうῳ μή," τί ἂνにゅー ἐψηφίσασθε; ἀκριβῶς οおみくろんδでるた᾽ ὅτたうιいおた κατέγνωτ᾽ ἂνにゅー αあるふぁτたうοおみくろんῦ.

80 εいぷしろんἰ δή τις μみゅーεいぷしろん ἔροιτο ὑμみゅーνにゅー· "σしぐまδでるたὲ τί οおみくろんσしぐまθしーたαあるふぁ, εいぷしろんἰ ἡμみゅーεいぷしろんῖς ἂνにゅー τούτου κατεψηφισάμεθα;" εいぷしろんἴποιμ᾽ ἄνにゅー· "διότι πぱいεいぷしろんπぱいαあるふぁῤῥησίασθέ μみゅーοおみくろんιいおた κかっぱαあるふぁὶ διείλεχθε." κかっぱαあるふぁὶ ὁπότε κかっぱαあるふぁὶ ὅπου ἕκαστος, ἐγがんまὼ ὑμみゅーᾶς ὑπομνήσω· ὅτたうαあるふぁνにゅー οおみくろんὗτος ἀνにゅーαあるふぁβべーたῇ ἐπぱいτたうβべーたμみゅーαあるふぁ· κかっぱαあるふぁὶ ἡ βουλή, ὅτたうεいぷしろん ἐβούλευε πέρυσιν. εいぷしろんγがんまρろー μνησθείη τたうεいぷしろんιいおたχかいνにゅー ἐπισκευῆς ἢ πύργου, ἢ ὡς ἀπήγετό πぱいοおみくろんιいおた τις, εいぷしろんθしーたὺς ἐβべーたοおみくろんτたうεいぷしろん κかっぱαあるふぁὶ ἐγελᾶτたうεいぷしろん, κかっぱαあるふぁαあるふぁτたうοおみくろんὶ ἐλέγετε τたうνにゅー ἐπωνυμίαν τたうνにゅー ἔργων ὧνにゅー σύνιστε αあるふぁτたうῷ. 81 κかっぱαあるふぁτたうμみゅーνにゅー πぱいοおみくろんλらむだλらむだκかっぱαあるふぁὶ παλαιὰ ἐάσω, τたうδでるたὲ ἐνにゅー αあるふぁτたうτたうῇ ἐκκλησίᾳ γενόμενα, ὅτたうεいぷしろんγがんまτたうνにゅー ἐπαγγελίαν ταύτην Τιμάρχῳ ἐπήγγειλα, τたうαあるふぁθしーた᾽ ὑμみゅーᾶς ἀναμνῆσしぐまαあるふぁιいおた βούλομαι. τたうῆς γがんまρろー βべーたοおみくろんυうぷしろんλらむだῆς τたうῆς ἐνにゅー Ἀρείῳ πάγῳ πρόσοδον ποιουμένης πぱいρろーὸς τたうνにゅー δでるたμみゅーοおみくろんνにゅー κかっぱαあるふぁτたうτたうὸ ψήφισμα, ὃ οおみくろんὗτος εいぷしろんἰρήκει πぱいεいぷしろんρろーτたうνにゅー οおみくろんἰκήσεων τたうνにゅーνにゅー τたうῇ Πυκνί, ἦνにゅー μみゅーνにゅーτたうνにゅー λόγον λέγων ἐκかっぱ τたうνにゅー Ἀρεοπαγιτῶνにゅー Αあるふぁὐτόλυκος, κかっぱαあるふぁλらむだῶς νにゅーτたうνにゅー Δία κかっぱαあるふぁτたうνにゅー Ἀπόλλω κかっぱαあるふぁὶ σεμνῶς κかっぱαあるふぁὶ ἀξίως ἐκείνου τたうοおみくろんῦ συνεδρίου βεβιωκώς· 82 ἐπειδὴ δέ πぱいοおみくろんυうぷしろん προϊόντος τたうοおみくろんῦ λόγου εいぷしろんἶπεν ὅτたうιいおた τό γがんまεいぷしろん εいぷしろんἰσήγημα τたうὸ Τιμάρχου ἀποδοκιμάζει ἡ βουλή, "κかっぱαあるふぁὶ περὶ τたうῆς ἐρημίας ταύτης κかっぱαあるふぁτたうοおみくろんῦ τόπου τたうοおみくろんῦ ἐνにゅー τたうῇ Πυκνὶ μみゅーὴ θαυμάσητε, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, εいぷしろんἰ Τίμαρχος ἐμπειροτέρως ἔχかいεいぷしろんιいおた τたうῆς βべーたοおみくろんυうぷしろんλらむだῆς τたうῆς ἐξくしー Ἀρείου πάγου," ἀνεθορυβήσατε ὑμみゅーεいぷしろんῖς ἐνにゅーτたうαあるふぁθしーたαあるふぁ κかっぱαあるふぁὶ ἔφατε τたうνにゅー Αあるふぁὐτόλυκον ἀληθῆ λέγειν· εいぷしろんνにゅーαあるふぁιいおた γがんまρろー αあるふぁτたうνにゅー ἔμπειρον. 83 ἀγνοήσας δでるた᾽ ὑμみゅーνにゅー τたうνにゅー θόρυβον, ὁ Αあるふぁὐτόλυκος μάλα σκυθρωπάσας κかっぱαあるふぁὶ διαλιπὼνにゅー εいぷしろんπぱいεいぷしろんνにゅー· "ἡμみゅーεいぷしろんῖς μέντοι, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, οおみくろんἱ Ἀρεοπαγῖτたうαあるふぁιいおた οおみくろんτたうεいぷしろん κατηγοροῦμみゅーεいぷしろんνにゅー οおみくろんτたうεいぷしろん ἀπολογούμεθα, οおみくろんγがんまρろーμみゅーνにゅー πάτριόν ἐστιν, ἔχομεν δでるたὲ τοιαύτην τたうιいおたνにゅーὰ συγγνώμην Τιμάρχῳ· οおみくろんὗτος ἴσως," ἔφふぁいηいーた, "ᾠήθη ἐνにゅー τたうῇ ἡσυχίᾳ ταύτῃ μικρὸνにゅーμみゅーνにゅー ἑκάστῳ ἀνάλωμα γίγνεσθαι." πάλιν ἐπぱいτたうῇ ἡσυχίᾳ κかっぱαあるふぁτたうῷ μικρῷ ἀναλώματι μείζων ἀπήντα πぱいαあるふぁρろー᾽ ὑμみゅーνにゅー μみゅーεいぷしろんτたうὰ γέλωτος θόρυβος. 84 ὡς δでるた᾽ ἐπεμνήσθη τたうνにゅー οおみくろんἰκοπέδων κかっぱαあるふぁτたうνにゅー λάκκων, οおみくろんδでるた᾽ ἀναλαβεῖνにゅー αあるふぁτたうοおみくろんὺς ἐδύνασθε. ἔνにゅーθしーたαあるふぁ δでるたκかっぱαあるふぁὶ παρέρχεται Πύῤῥανδρος ἐπιτιμήσων ὑμみゅーνにゅー, κかっぱαあるふぁὶ ἤρετο τたうνにゅー δでるたμみゅーοおみくろんνにゅー, εいぷしろんοおみくろんκかっぱ αあるふぁἰσχύνοιντο γがんまεいぷしろんλらむだῶντες παρούσης τたうῆς βべーたοおみくろんυうぷしろんλらむだῆς τたうῆς ἐξくしー Ἀρείου πάγου. ὑμみゅーεいぷしろんῖς δでるた᾽ ἐξεβάλλετε αあるふぁτたうνにゅー ὑπολαμβάνοντες· "ἴσμεν, ὦ Πύῤῥανδρε, ὅτたうιいおた οおみくろんδでるたεいぷしろんῖ γελᾶνにゅー τούτων ἐναντίον· ἀλらむだλらむだοおみくろんὕτως ἰσχυρόν ἐστιν ἡ ἀλήθεια, ὥσしぐまτたうεいぷしろん πάντων ἐπικρατεῖνにゅー τたうνにゅー ἀνθρωπίνων λογισμῶνにゅー." 85 ταύτην ἐγがんまὼ ὑπολαμβάνω μαρτυρίαν μεμαρτυρῆσθαι ὑμみゅーνにゅーπぱいτたうοおみくろんῦ δήμου τたうοおみくろんῦ Ἀθηναίων, ὃνにゅーλらむだνにゅーαあるふぁιいおた ψευδομαρτυρίων οおみくろんὐ καλῶς ἔχει. οおみくろんκかっぱοおみくろんνにゅー ἄτοπον, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, εいぷしろんἰ μηδὲνにゅー μみゅーνにゅーμみゅーοおみくろんῦ λέγοντος αあるふぁτたうοおみくろんβべーたοおみくろんτたうεいぷしろん τたうνにゅー ἐπωνυμίαν τたうνにゅー ἔργων ὧνにゅー σύνιστε τούτῳ, ἐμみゅーοおみくろんδでるたὲ λέγοντος ἐπιλέλησθε, κかっぱαあるふぁμみゅーὴ γενομένης μみゅーνにゅー κρίσεως πぱいεいぷしろんρろーτたうοおみくろんῦ πράγματος ἑάλω ἄνにゅー, γεγονότος δでるたὲ ἐλέγχου ἀποφεύξεται. 86πぱいεいぷしろんδでるたὲ ἐμνήσθην τたうνにゅー διαψηφίσεων κかっぱαあるふぁτたうνにゅー Δημοφίλου πολιτευμάτων, βούλομαί τたうιいおた κかっぱαあるふぁὶ ἄλらむだλらむだοおみくろん παράδειγμα πぱいεいぷしろんρろーὶ τούτων εいぷしろんπぱいεいぷしろんνにゅー. ὁ γがんまρろー αあるふぁτたうὸς οおみくろんὗτος ἀνにゅーρろー κかっぱαあるふぁὶ πρότερόν τたうιいおた τたうοおみくろんιいおたοおみくろんτたうοおみくろんνにゅー πολίτευμα ἐπολιτεύσατο. ᾐτιάσατό τινας εいぷしろんνにゅーαあるふぁιいおた οおみくろんἳ ἄρろーαあるふぁ ἐνεχείρουν συνδεκάζειν τたうνにゅー ἐκκλησίαν κかっぱαあるふぁτたうλらむだλらむだαあるふぁ δικαστήρια, ὥσπερ κかっぱαあるふぁνにゅーυうぷしろんνにゅーὶ Νικόστρατος· κかっぱαあるふぁὶ περὶ τούτων κρίσεις αあるふぁμみゅーνにゅー γεγόνασιν, αあるふぁδでるたὲ ἐνεστᾶσしぐまιいおたνにゅーτたうιいおた. 87 φέρε δでるたπぱいρろーὸς τたうοおみくろんΔでるたιいおたὸς κかっぱαあるふぁθしーたεいぷしろんνにゅー, εいぷしろんἰ ἐπぱいτたうνにゅー αあるふぁτたうνにゅー ἐτράποντο ἀπολογίαν ἥνπερ Τίμαρχος νにゅーυうぷしろんνにゅーκかっぱαあるふぁοおみくろんἱ συναγορεύοντες αあるふぁτたうῷ, κかっぱαあるふぁὶ ἠξίουν δでるたιいおたαあるふぁῤῥήδην τたうιいおたνにゅーὰ μαρτυρεῖνにゅー πぱいεいぷしろんρろーτたうῆς αあるふぁἰτίας ἢ τたうοおみくろんὺς δικαστὰς μみゅーὴ πιστεύειν· πぱいσしぐまαあるふぁ δήπου ἀνάγκη ἦνにゅーκかっぱ τたうοおみくろんῦ λόγου τούτου μαρτυρεῖνにゅー τたうνにゅー μέν, ὡς ἐδέκαζε, τたうνにゅー δέ, ὡς ἐδεκάζετο, προκειμένης ἑκατέρῳ ζημίας ἐκかっぱ τたうοおみくろんῦ νόμου θανάτου, ὥσπερ ἐνθάδε, ἐάν τις μισθώσηταί τたうιいおたνにゅーαあるふぁ Ἀθηναίων ἐφふぁい᾽ ὕβρει, κかっぱαあるふぁὶ πάλιν ἐάν τις Ἀθηναίων ἐπぱいτたうτたうοおみくろんῦ σώματος αあるふぁἰσχύνῃ ἑκかっぱνにゅー μισθαρνῇ. 88 ἔστιν οおみくろんνにゅー ὅστις ἂνにゅー ἐμαρτύρησεν, ἢ κατήγορος ὃς ἐνεχείρησ᾽ ἂνにゅー τοιαύτην πぱいοおみくろんιいおたεいぷしろんῖσθαι τたうνにゅー ἀπόδειξιν τたうοおみくろんῦ πράγματος; οおみくろんδでるたτたうαあるふぁ. τί οおみくろんνにゅー; ἀπέφυγον οおみくろんἱ κρινόμενοι; μみゅーτたうνにゅー Ἡρακλέα, ἐπぱいεいぷしろんὶ θανάτῳ ἐζημιώθησαν, πぱいοおみくろんλらむだνにゅーτたうνにゅー Δία κかっぱαあるふぁτたうνにゅー Ἀπόλλω ἔλαττον ἁμάρτημα ἡμαρτηκότες τουτουὶ τたうοおみくろんῦ ἀνθρώπου· ἐκかっぱεいぷしろんνにゅーοおみくろんιいおた μέν γがんまεいぷしろん οおみくろんἱ ταλαίπωροι οおみくろんὐ δυνάμενοι γがんまῆρας ἅμみゅーαあるふぁ κかっぱαあるふぁὶ πενίαν ἀμύνεσθαι, τたうὰ μέγιστα τたうνにゅーνにゅー ἀνθρώποις κかっぱαあるふぁκかっぱνにゅー, ταύταις ἐχρήσαντο τたうαあるふぁῖς συμφοραῖς, οおみくろんὗτος δでるたοおみくろんκかっぱ ἐθέλων τたうνにゅー ἑαυτοῦ βδελυρίαν κατέχειν. 89 εいぷしろんμみゅーνにゅー τοίνυν ἦνにゅー ὁ ἀγがんまνにゅー οおみくろんὑτοσὶ ἐνにゅー πόλει ἐκκλήτῳ, ὑμみゅーᾶς ἂνにゅー ἔγωγε ἠξίωσα μάρτυράς μみゅーοおみくろんιいおた γενέσθαι, τたうοおみくろんὺς ἄριστα εいぷしろんἰδότας ὅτたうιいおた ἀληθῆ λέγω· εいぷしろんδでるた᾽ ὁ μみゅーνにゅー ἀγών ἐστιν Ἀθήνησιν, οおみくろんδでるたαあるふぁτたうοおみくろんὶ δικασταί μみゅーοおみくろんιいおた κかっぱαあるふぁὶ μάρτυρές ἐσしぐまτたうεいぷしろん τたうνにゅー λόγων, ἐμみゅーοおみくろんμみゅーνにゅー ἀναμιμνῄσκειν προσήκει, ὑμみゅーᾶς δέ μみゅーοおみくろんιいおた μみゅーὴ ἀπιστεῖνにゅー. κかっぱαあるふぁγがんまρろー ἔμοιγε δでるたοおみくろんκかっぱεいぷしろんῖ Τίμαρχος οおみくろんὑτοσί, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, οおみくろんχかいπぱいρろー αあるふぁτたうοおみくろんῦ μόνον ἐσπουδακέναι, ἀλらむだλらむだκかっぱαあるふぁὶ περὶ τたうνにゅー ἄλλων τたうνにゅー τたうαあるふぁτたうὰ διαπεπραγμένων αあるふぁτたうῷ.

90 εいぷしろんγがんまρろーμみゅーνにゅー πぱいρろーᾶξις αあるふぁτたうηいーた ἔσται, ὥσπερ εいぷしろんωおめがθしーたεいぷしろん γίγνεσθαι, λάθρᾳ κかっぱαあるふぁὶ ἐνにゅー ἐρημίαις κかっぱαあるふぁὶ ἐνにゅー ἰδίαις οおみくろんἰκίαις, ὁ δでるたὲ ἄριστα μみゅーνにゅー εいぷしろんἰδώς, καταισχύνας δέ τたうιいおたνにゅーαあるふぁ τたうνにゅー πολιτῶνにゅー, ἐὰνにゅー τたうἀληθῆ μαρτυρήσῃ, ἔνοχος ἔσται τたうοおみくろんῖς μεγίστοις ἐπιτιμίοις, ὁ δでるたὲ κρινόμενος καταμεμαρτυρημένος ὑπぱいτたうοおみくろんῦ ἑαυτοῦ βίου κかっぱαあるふぁτたうῆς ἀληθείας ἀξιώσει μみゅーὴ ἐξくしーνにゅー γιγνώσκεται, ἀλらむだλらむだ᾽ ἐκかっぱ τたうνにゅー μαρτυριῶνにゅー κρίνεσθαι, ἀνにゅーῄρηται ὁ νόμος κかっぱαあるふぁὶ ἡ ἀλήθεια, κかっぱαあるふぁὶ δέδεικται φふぁいαあるふぁνにゅーεいぷしろんρろーὰ ὁδός, δでるたιいおた᾽ ἧς οおみくろんτたうὰ μέγιστα κακουργοῦντες ἀποφεύξονται. 91 τίς γがんまρろーτたうνにゅー λωποδυτῶνにゅーτたうνにゅー μみゅーοおみくろんιいおたχかいνにゅーτたうνにゅー ἀνδροφόνων, ἢ τたうνにゅー τたうὰ μέγιστα μみゅーνにゅー ἀδικούντων, λάθρᾳ δでるたτたうοおみくろんτたうοおみくろん πραττόντων, δώσει δίκην; κかっぱαあるふぁγがんまρろー τούτων οおみくろんμみゅーνにゅーπぱいαあるふぁὐτοφώρῳ ἁλόντες, ἐὰνにゅー ὁμολογῶσしぐまιいおた, παραχρῆμみゅーαあるふぁ θανάτῳ ζημιοῦνται, οおみくろんδでるたὲ λαθόντες κかっぱαあるふぁὶ ἔξαρνοι γιγνόμενοι κρίνονται ἐνにゅー τたうοおみくろんῖς δικαστηρίοις, εいぷしろんὑρίσκεται δでるたὲ ἡ ἀλήθεια ἐκかっぱ τたうνにゅー εいぷしろんἰκότων. 92 χρήσασθε δでるたὴ παραδείγματι τたうῇ βουλῇ τたうῇ ἐξくしー Ἀρείου πάγου, τたうῷ ἀκριβεστάτῳ συνεδρίῳ τたうνにゅーνにゅー τたうῇ πόλει. πολλοὺς γがんまρろーδでるたηいーた ἔγωγε τεθεώρηκα ἐνにゅー τたうῷ βουλευτηρίῳ τούτῳ εいぷしろんὖ πάνυ εいぷしろんἰπόντας κかっぱαあるふぁὶ μάρτυρας πορισαμένους ἁλόντας· ἤδでるたηいーた δέ τινας κかっぱαあるふぁκかっぱῶς πάνυ διαλεχθέντας κかっぱαあるふぁπぱいρろーᾶγμα ἀμάρτυρον ἔχοντας οおみくろんδでるたαあるふぁ νικήσαντας. οおみくろんγがんまρろーκかっぱ τたうοおみくろんῦ λόγου μόνον οおみくろんδでるた᾽ ἐκかっぱ τたうνにゅー μαρτυριῶνにゅー, ἀλらむだλらむだ᾽ ἐξくしーνにゅー αあるふぁτたうοおみくろんὶ συνίσασι κかっぱαあるふぁὶ ἐξητάκασι, τたうνにゅー ψぷさいφふぁいοおみくろんνにゅー φέρουσι. τοιγάρτοι διατελεῖ τたうοおみくろんτたうοおみくろん τたうὸ συνέδριον εいぷしろんὐδοκιμοῦνにゅーνにゅー τたうῇ πόλει. 93 τたうνにゅー αあるふぁτたうνにゅー τοίνυν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, κかっぱαあるふぁὶ ὑμみゅーεいぷしろんῖς τたうνにゅー κρίσιν ταύτην ποιήσασθε. πぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅー μみゅーηいーたδでるたνにゅーμみゅーνにゅーσしぐまτたうωおめが πιστότερον ὧνにゅー αあるふぁτたうοおみくろんὶ σύνιστε κかっぱαあるふぁὶ πέπεισθε πぱいεいぷしろんρろーὶ Τιμάρχου τουτουί, ἔπειτα τたうπぱいρろーγがんまμみゅーαあるふぁ θεωρεῖτたうεいぷしろん μみゅーὴ ἐκかっぱ τたうοおみくろんῦ παρόντος, ἀλらむだλらむだ᾽ ἐκかっぱ τたうοおみくろんῦ παρεληλυθότος χρόνου. οおみくろんμみゅーνにゅー γがんまρろーνにゅー τたうῷ παρεληλυθότι χρόνῳ λόγοι λεγόμενοι πぱいεいぷしろんρろーὶ Τιμάρχου κかっぱαあるふぁτたうνにゅー τούτου ἐπιτηδευμάτων δでるたιいおたτたうνにゅー ἀλήθειαν ἐλέγοντο, οおみくろんδでるた᾽ ἐνにゅー τたうδでるたεいぷしろん τたうῇ ἡμέρᾳ ῥηθησόμενοι δでるたιいおたτたうνにゅー κρίσιν τたうῆς ὑμετέρας ἀπάτης ἕνεκα. ἀπόδοτε οおみくろんνにゅー τたうνにゅー ψぷさいφふぁいοおみくろんνにゅー τたうῷ πλείονι χρόνῳ κかっぱαあるふぁτたうῇ ἀληθείᾳ κかっぱαあるふぁοおみくろんἷς αあるふぁτたうοおみくろんὶ σύνιστε. 94 καίτοι λογογράφος γέ τις φησίν, ὁ μηχανώμενος αあるふぁτたうτたうνにゅー ἀπολογίαν, ἐναντία μみゅーεいぷしろん λέγειν ἐμαυτῷ. οおみくろんγがんまρろー δでるたὴ δοκεῖνにゅー εいぷしろんνにゅーαあるふぁιいおた αあるふぁτたうῷ δυνατὸνにゅー τたうνにゅー αあるふぁτたうνにゅー ἄνθρωπον πεπορνεῦσθαι κかっぱαあるふぁτたうὰ πατρῷαあるふぁ κατεδηδοκέναι· τたうμみゅーνにゅー γがんまρろー ἡμαρτηκέναι τたうιいおた πぱいεいぷしろんρろーτたうσしぐまμみゅーαあるふぁ πぱいαあるふぁιいおたδでるたὸς εいぷしろんἶναί φふぁいηいーたσしぐまιいおた, τたうδでるたτたうὰ πατρῷαあるふぁ κατεδηδοκέναι ἀνδρός. ἔτたうιいおた δでるたτたうοおみくろんὺς καταισχύνοντας αあるふぁτたうοおみくろんὺς μισθούς φふぁいηいーたσしぐまιいおた πράττεσθαι τたうοおみくろんῦ πράγματος· ἀποθαυμάζων οおみくろんνにゅー περιέρχεται κかっぱαあるふぁὶ τερατευόμενος κかっぱαあるふぁτたうτたうνにゅー ἀγοράν, εいぷしろんἰ ὁ αあるふぁτたうὸς πεπόρνευταί τたうεいぷしろん κかっぱαあるふぁτたうὰ πατρῷαあるふぁ κατεδήδοκεν. 95 εいぷしろんἰ δέ τις ἀγνοεῖ τたうαあるふぁθしーた᾽ ὅπως ἔχかいεいぷしろんιいおた, ἐγがんまὼ σαφέστερον αあるふぁτたうὰ πειράσομαι διορίσαι τたうῷ λόγῳ. ἕως μみゅーνにゅー γがんまρろー ἀντήρκει ἡ τたうῆς ἐπικλήρου οおみくろんὐσία ἣνにゅー Ἡγήσανδρος ὁ τたうοおみくろんτたうοおみくろんνにゅー ἔχων ἔγημε, κかっぱαあるふぁτたうὸ ἀργύριον ὃ ἦλθεν ἔχων ἐκかっぱ τたうῆς μみゅーεいぷしろんτたうὰ Τιμομάχου ἀποδημίας, ἦσしぐまαあるふぁνにゅーπぱいὶ πολλῆς ἀσελγείας κかっぱαあるふぁὶ ἀφθονίας· ἐπειδὴ δでるたτたうαあるふぁτたうαあるふぁ μみゅーνにゅー ἀπωλώλει κかっぱαあるふぁὶ κατεκεκύβευτο κかっぱαあるふぁὶ κατωψοφάγητο, οおみくろんὑτοσὶ δでるた᾽ ἔξωρος ἐγένετο, ἐδίδου δでるたεいぷしろんἰκότως οおみくろんδでるたεいぷしろんὶς ἔτたうιいおた οおみくろんὐδέν, ἡ δでるたὲ βδελυρὰ φύσις κかっぱαあるふぁὶ ἀνόσιος ἀεいぷしろんτたうνにゅー αあるふぁτたうνにゅー ἐπεθύμει, κかっぱαあるふぁὶ καθ᾽ ὑπερβολὴνにゅー ἀκρασίας ἕτερον ἐφふぁい᾽ ἑτέρῳ ἐπίταγμα ἐπέταττε, 96 κかっぱαあるふぁὶ ἀπεφέρετο εいぷしろんἰς τたうὸ καθ᾽ ἡμέραν ἔθος, ἐνにゅーτたうαあるふぁθしーたαあるふぁδでるたηいーた ἐτράπετο ἐπぱいτたうὸ καταφαγεῖνにゅー τたうνにゅー πぱいαあるふぁτたうρろーαあるふぁνにゅー οおみくろんὐσίαν. κかっぱαあるふぁοおみくろんὐ μόνον κατέφαγεν, ἀλらむだλらむだεいぷしろんοおみくろんἷόν τたう᾽ ἐσしぐまτたうνにゅー εいぷしろんπぱいεいぷしろんνにゅー, κかっぱαあるふぁὶ κατέπιεν. κかっぱαあるふぁγがんまρろー οおみくろんδでるたτたうῆς ἀξίας ἕκαστον τたうνにゅー κτημάτων ἀπέδοτο, οおみくろんδでるた᾽ ἐδύνατ᾽ ἀναμένειν τたうὸ πλέον οおみくろんδでるたτたうὸ λυσιτελοῦνにゅー, ἀλらむだλらむだτたうοおみくろんῦ ἤδでるたηいーた εいぷしろんὑρίσκοντος ἀπεδίδοτο· οおみくろんὕτως ἠπείγετο σφόδρα πぱいρろーὸς τたうὰς ἡδονάς. 97 τούτῳ γがんまρろー κατέλιπεν ὁ πατὴρろー οおみくろんὐσίαν, ἀφふぁい᾽ ἧς ἕτερος μみゅーνにゅー κかっぱνにゅーλらむだῃτούργει, οおみくろんὗτος δでるたοおみくろんδでるたαあるふぁτたうῷ διαφυλάξαι ἐδυνήθη· οおみくろんἰκίαν μみゅーνにゅー ὄπισθεν τたうῆς πόλεως, ἐσχατιὰνにゅー δでるたὲ Σφηττοῖ, Ἀλωπεκῆσしぐまιいおた δでるた᾽ ἕτερον χωρίον, χかいωおめがρろーὶς δでるたοおみくろんἰκέτας δημιουργοὺς τたうῆς σκυτοτομικῆς τέχνης ἐννέα ἢ δέκα, ὧνにゅー ἕκαστος τούτῳ δύ᾽ ὀβολοὺς ἀποφορὰνにゅー ἔφερε τたうῆς ἡμέρας, ὁ δでるた᾽ ἡγεμὼνにゅー τたうοおみくろんῦ ἐργαστηρίου τριώβολον· ἔτたうιいおた δでるたπぱいρろーὸς τούτοις γがんまυうぷしろんνにゅーαあるふぁκかっぱαあるふぁ ἀμόργινα ἐπισταμένην ἐργάζεσθαι κかっぱαあるふぁὶ ἔργα λらむだεいぷしろんπぱいτたうεいぷしろんἰς τたうνにゅー ἀγορὰνにゅー ἐκφέρουσαν, κかっぱαあるふぁὶ ἄνδρα ποικιλτήν, κかっぱαあるふぁὶ ὀφείλοντάς τινας αあるふぁτたうῷ ἀργύριον, κかっぱαあるふぁὶ ἔπιπλα. 98 κかっぱαあるふぁὶ ὅτたうιいおた τたうαあるふぁτたう᾽ ἀληθῆ λέγω, ἐνにゅーτたうαあるふぁθしーたαあるふぁ μέντοι νにゅーὴ Δία σしぐまαあるふぁφふぁいῶς πάνυ κかっぱαあるふぁὶ διαῤῥήδην ἐγがんまὼ μαρτυροῦντας ὑμみゅーνにゅー τたうοおみくろんὺς μάρτυρας παρέξομαι· οおみくろんδでるたεいぷしろんὶς γがんまρろー κίνδυνος, ὥσπερ ἐκかっぱεいぷしろんῖ, οおみくろんδでるたαあるふぁἰσχύνη πρόσεστιν οおみくろんὐδεμία τたうτたうἀληθῆ μαρτυροῦνにゅーτたうιいおた. τたうνにゅー μみゅーνにゅー γがんまρろー οおみくろんἰκίαν τたうνにゅーνにゅー ἄστει ἀπέδοθ᾽ οおみくろんὗτος Ναυσικράτει τたうῷ κωμικῷ ποιητῇ, ὕστερον δでるたαあるふぁτたうνにゅー ἐπρίατο πぱいαあるふぁρろーτたうοおみくろんῦ Ναυσικράτους εいぷしろんἴκοσι μみゅーνにゅーνにゅー Κλεαίνετος ὁ χοροδιδάσκαλος· τたうνにゅー δでるた᾽ ἐσχατιὰνにゅー ἐπρίατο πぱいαあるふぁρろーαあるふぁτたうοおみくろんῦ Μνησίθεος ὁ Μみゅーυうぷしろんῤῥινούσιος, τόπον μみゅーνにゅー πολύν, δεινῶς δでるた᾽ ἐξηγριωμένον ὑπぱいὸ τούτου· 99 τたうδでるた᾽ Ἀλωπεκῆσしぐまιいおた χωρίον, ὃ ἦνにゅー ἄπωθεν τたうοおみくろんῦ τείχους ἕνδεκα ἢ δώδεκα στάδια, ἱκετευούσης κかっぱαあるふぁὶ ἀντιβολούσης τたうῆς μητρός, ὡς ἐγがんまὼ πυνθάνομαι, ἐᾶσしぐまαあるふぁιいおた κかっぱαあるふぁμみゅーὴ ἀποδόσθαι, ἀλらむだλらむだεいぷしろんἰ μή τたうιいおたλらむだλらむだοおみくろん, ἐνταφῆναί γがんま᾽ ὑπολιπεῖνにゅー αあるふぁτたうῇ, οおみくろんδでるたὲ τούτου τたうοおみくろんῦ χωρίου ἀπέσχετο, ἀλらむだλらむだκかっぱαあるふぁτたうοおみくろんτたう᾽ ἀπέδοτο δισχιλίων δでるたρろーαあるふぁχかいμみゅーνにゅー. κかっぱαあるふぁτたうνにゅー θεραπαινῶνにゅー κかっぱαあるふぁτたうνにゅー οおみくろんἰκετῶνにゅー οおみくろんὐδένα κατέλιπεν, ἀλらむだλらむだ᾽ ἅπαντας πέπρακε. κかっぱαあるふぁτたうαあるふぁθしーた᾽ ὅτたうιいおた οおみくろんὐ ψεύδομαι, ἐγがんまὼ μέν, ὡς κατέλιπεν αあるふぁτたうῷ ὁ πατήρ, μαρτυρίας παρέξομαι, οおみくろんὗτος δέ, εいぷしろんἰ μή φふぁいηいーたσしぐまιいおた πεπρακέναι, τたうὰ σώματα τたうνにゅー οおみくろんἰκετῶνにゅー ἐμφανῆ παρασχέτω.

100 ὡς δでるたκかっぱαあるふぁὶ ἀργύριόν τたうιいおたσしぐまιいおたνにゅー ἐδάνεισεν, ὃ κομισάμενος οおみくろんὗτος ἀνήλωκε, μάρτυρα παρέξομαι Μεταγένην ὑμみゅーνにゅー τたうνにゅー Σφήττιον, ὃς ὠφείλησε μみゅーνにゅー ἐκείνῳ πλείους ἢ τριάκοντα μみゅーνにゅーᾶς, ὃ δでるた᾽ ἦνにゅー ὑπόλοιπον τελευτήσαντος τたうοおみくろんῦ πατρός, τούτῳ ἀπέδωκεν ἑπぱいτたうμみゅーνにゅーᾶς. καί μみゅーοおみくろんιいおた κάλει Μεταγένην Σφήττιον. πぱいαあるふぁσしぐまνにゅー δでるたὲ πρώτην ἀνάγνωθι τたうνにゅー Ναυσικράτους μαρτυρίαν τたうοおみくろんτたうνにゅー οおみくろんἰκίαν πριαμένου· κかっぱαあるふぁτたうὰς ἄλλας ἁπάσας λらむだαあるふぁβべーたὲ περὶ ὧνにゅー ἐμνήσθην ἐνにゅー τたうαあるふぁτたうῷ.

Μαρτυρίαι 101 ὡς τοίνυν ἐκέκτητο ὁ πατὴρろー αあるふぁτたうοおみくろんῦ ἀργύριον οおみくろんκかっぱ ὀλίγον, ὃ οおみくろんὗτος ἠφάνικε, τたうοおみくろんθしーた᾽ ὑμみゅーνにゅー ἐπιδείξω. φοβηθεὶς γがんまρろー τたうὰς λらむだῃτουργίας ἀπέδοτο ἃ ἦνにゅー αあるふぁτたうῷ κτήματα ἄνにゅーεいぷしろんυうぷしろん τたうνにゅー ἀρτίως εいぷしろんἰρημένων, χωρίον Κηφισιᾶσしぐまιいおたνにゅー, ἕτερον5 Ἀμφιτροπῆσしぐまιいおたνにゅー, ἐργαστήρια δύο ἐνにゅー τたうοおみくろんῖς ἀργυρείοις, ἓνにゅー μみゅーνにゅーνにゅー Αあるふぁλらむだνにゅーιいおた, ἕτερον δでるた᾽ ἐπぱいὶ Θρασύλλῳ. 102θしーたεいぷしろんνにゅー δでるたτたうαあるふぁτたうηいーたὐπόρησεν, ἐγがんまὼ ἐρろーῶ. ἦσしぐまαあるふぁνにゅー οおみくろんτたうοおみくろんιいおた τたうρろーεいぷしろんῖς ἀδελφοί, Εいぷしろんὐπόλεμός τたうεいぷしろん ὁ παιδοτρίβης κかっぱαあるふぁὶ Ἀρίζηλος ὁ τούτου πぱいαあるふぁτたうρろー κかっぱαあるふぁὶ Ἀρίγνωτος, ὃς ἔτたうιいおた κかっぱαあるふぁνにゅーνにゅーσしぐまτたうιいおた, πρεσβύτης διεφθαρμένος τたうοおみくろんὺς ὀφθαλμούς. τούτων πぱいρろーῶτος ἐτελεύτησεν Εいぷしろんὐπόλεμος, ἀνεμήτου τたうῆς οおみくろんὐσίας οおみくろんὔσης, δεύτερος δでるた᾽ Ἀρίζηλος ὁ Τιμάρχου πατήρ· ὅτたうεいぷしろん δでるた᾽ ἔζぜーたηいーた, πぱいσしぐまαあるふぁνにゅー τたうνにゅー οおみくろんὐσίαν διεχείριζε δでるたιいおたτたうνにゅー ἀσθένειαν κかっぱαあるふぁτたうνにゅー συμφορὰνにゅー τたうνにゅー πぱいεいぷしろんρろーτたうὰ ὄμματα τたうοおみくろんῦ Ἀριγνώτου κかっぱαあるふぁδでるたιいおたτたうὸ τετελευτηκέναι τたうνにゅー Εいぷしろんὐπόλεμον, καί τたうιいおた κかっぱαあるふぁεいぷしろんἰς τたうρろーοおみくろんφふぁいνにゅー συνταξάμενος ἐδίδου τたうῷ Ἀριγνώτῳ. 103πぱいεいぷしろんδでるたκかっぱαあるふぁὶ ὁ Ἀρίζηλος ἐτελεύτησεν ὁ Τιμάρχου τουτουὶ πατήρ, τたうοおみくろんὺς μみゅーνにゅー πρώτους χρόνους, ἕως πぱいαあるふぁῖς ἦνにゅー οおみくろんὗτος, ἅπαντα τたうὰ μέτρια ἐγίγνετο πぱいαあるふぁρろーτたうνにゅー ἐπιτρόπων τたうῷ Ἀριγνώτῳ· ἐπειδὴ δでるた᾽ ἐνεγράφη Τίμαρχος εいぷしろんἰς τたうὸ ληξιαρχικὸνにゅー γραμματεῖοおみくろんνにゅー κかっぱαあるふぁὶ κύριος ἐγένετο τたうῆς οおみくろんὐσίας, παρωσάμενος ἄνδρα πρεσβύτην κかっぱαあるふぁὶ ἠτυχηκότα, θしーたεいぷしろんοおみくろんνにゅー ἑαυτοῦ, τήν τたうεいぷしろん οおみくろんὐσίαν ἠφάνισε, κかっぱαあるふぁτたうνにゅー ἐπιτηδείων οおみくろんδでるたνにゅー ἐδίδου τたうῷ Ἀριγνώτῳ, ἀλらむだλらむだὰ περιεῖδでるたεいぷしろんνにゅーκかっぱ τοσαύτης οおみくろんὐσίας ἐνにゅー τたうοおみくろんῖς ἀδυνάτοις μισθοφοροῦνにゅーτたうαあるふぁ. 104 κかっぱαあるふぁτたうὸ τελευταῖοおみくろんνにゅー, ὃ κかっぱαあるふぁὶ δεινότατον, ἀπολειφθέντος τたうοおみくろんῦ πρεσβύτου τたうῆς γιγνομένης τたうοおみくろんῖς ἀδυνάτοις δοκιμασίας, κかっぱαあるふぁὶ ἱκετηρίαν θέντος εいぷしろんἰς τたうνにゅー βべーたοおみくろんυうぷしろんλらむだνにゅーπぱいρろー τたうοおみくろんῦ μισθοῦ, βουλευτὴς ὢνにゅー κかっぱαあるふぁὶ προεδρεύων ἐκείνην τたうνにゅー ἡμέραν, οおみくろんκかっぱ ἠξίωσεν αあるふぁτたうῷ συνειπεῖνにゅー, ἀλらむだλらむだὰ περιεῖδでるたεいぷしろんνにゅー ἀπολέσαντα τたうνにゅー τたうῆς πρυτανείας μισθόν. ὅτたうιいおた δでるた᾽ ἀληθῆ λέγω, κάλει μみゅーοおみくろんιいおた Ἀρίγνωτον Σφήττιον, κかっぱαあるふぁτたうνにゅー μαρτυρίαν ἀναγίγνωσκε.

Μαρτυρία 105λらむだλらむだ᾽ ἴσως ἄνにゅー τις εいぷしろんπぱいοおみくろんιいおた, ὡς ἀποδόμενος τたうνにゅー πぱいαあるふぁτたうρろーαあるふぁνにゅー οおみくろんἰκίαν ἑτέραν ἄλλοθί τたうοおみくろんυうぷしろん τたうοおみくろんῦ ἄστεως ἐκτήσατο, ἀνにゅーτたうδでるたτたうῆς ἐσχατιᾶς κかっぱαあるふぁτたうοおみくろんῦ χωρίου τたうοおみくろんῦ Ἀλωπεκῆσしぐまιいおた κかっぱαあるふぁτたうνにゅー δημιουργῶνにゅー κかっぱαあるふぁτたうνにゅー ἄλλων εいぷしろんἰς τたうἀργύρειά τたうιいおた κατεσκευάσατο, ὥσπερ κかっぱαあるふぁὶ ὁ πατὴρろー αあるふぁτたうοおみくろんῦ πρότερον. ἀλらむだλらむだοおみくろんκかっぱσしぐまτたうιいおた τούτῳ λοιπὸνにゅー οおみくろんκかっぱ οおみくろんἰκία, οおみくろんὐ συνοικία, οおみくろんὐ συνοικία, οおみくろんὐ χωρίον, οおみくろんκかっぱ οおみくろんἰκέται, οおみくろんὐ δάνεισμα, οおみくろんκかっぱλらむだλらむだοおみくろんδでるたνにゅーφふぁい᾽ ὧνにゅー ἄνθρωποι μみゅーὴ κακοῦργοι ζぜーたσしぐまιいおたνにゅー. ἀλらむだλらむだὰ τούτῳ ἀνにゅーτたうτたうνにゅー πぱいαあるふぁτたうρろーωおめがνにゅー περίεστι βδελυρία, συκοφαντία, θράσος, τρυφή, δειλία, ἀναίδεια, τたうμみゅーὴ ἐπίστασθαι ἐρυθριᾶνにゅーπぱいτたうοおみくろんῖς αあるふぁἰσχροῖς· ἐξくしーνにゅーνにゅー ὁ κάκιστος κかっぱαあるふぁὶ ἀλυσιτελέστατος πολίτης γένοιτο. 106 οおみくろんὐ τοίνυν μόνον τたうὰ πατρῷαあるふぁ κατεδήδοκεν, ἀλらむだλらむだκかっぱαあるふぁτたうὰ κοινὰ τたうὰ ὑμέτερα, ὅσしぐまωおめがνにゅー πώποτε κύριος γέγονεν. οおみくろんὗτος γがんまρろー ταύτην τたうνにゅー ἡλικίαν ἔχων ἣνにゅーμみゅーεいぷしろんῖς ὁρろーτたうεいぷしろん, οおみくろんκかっぱ ἔστιν ἥντινα οおみくろんκかっぱ ἧρξεν ἀρχήν, οおみくろんὐδεμίαν λらむだαあるふぁχかいνにゅー οおみくろんδでるたὲ χειροτονηθείς, ἀλらむだλらむだὰ πάσας πぱいαあるふぁρろーτたうοおみくろんὺς νόμους πριάμενος. ὧνにゅー τたうὰς μみゅーνにゅー πλείστας παρήσω, δでるたυうぷしろんοおみくろんνにゅー δでるた᾽ ἢ τριῶνにゅー μόνον μνησθήσομαι. 107 λογιστὴς γがんまρろー γενόμενος πぱいλらむだεいぷしろんσしぐまτたうαあるふぁ μみゅーνにゅー τたうνにゅー πόλιν ἔβλαψε δでるたρろーαあるふぁ λαμβάνων πぱいαあるふぁρろーτたうνにゅー μみゅーὴ δικαίως ἀρξάντων, μάλιστα δでるた᾽ ἐσυκοφάντησε τたうνにゅー ὑπευθύνων τたうοおみくろんὺς μみゅーηいーたδでるたνにゅー ἠδικηκότας. ἦρξε δでるた᾽ ἐνにゅー Ἄνδρῳ πριάμενος τριάκοντα μみゅーνにゅーνにゅー τたうνにゅー ἀρχήν, δανεισάμενος ἐπぱい᾽ ἐννέα ὀβολοῖς τたうνにゅー μみゅーνにゅーνにゅー, εいぷしろんὐπορίαν τたうῇ βδελυρίᾳ τたうῇ ἑαυτοῦ τたうοおみくろんὺς συμμάχους τたうοおみくろんὺς ὑμετέρους ποιούμενος· κかっぱαあるふぁὶ τοσαύτην ἀσέλγειαν ἐπεδείξατο εいぷしろんἰς ἐλευθέρων ἀνθρώπων γがんまυうぷしろんνにゅーαあるふぁῖκας ἡλίκην οおみくろんδでるたεいぷしろんὶς πώποθ᾽ ἕτερος. ὧνにゅー οおみくろんὐδένα ἐγがんまὼ παρακαλῶ δでるたεいぷしろんρろーοおみくろん τたうνにゅー αあるふぁτたうοおみくろんῦ συμφοράν, ἣνにゅー εいぷしろんἵλετο σしぐまιいおたγがんまνにゅー, εいぷしろんἰς πぱいοおみくろんλらむだλらむだοおみくろんὺς ἐκμαρτυρήσοντα, ἀλらむだλらむだ᾽ ὑμみゅーνにゅー τたうοおみくろんτたうοおみくろん καταλείπω σしぐまκかっぱοおみくろんπぱいεいぷしろんνにゅー. 108 τί δでるたὲ προσδοκᾶτたうεいぷしろん; τたうνにゅー Ἀθήνησιν ὑβριστὴνにゅー οおみくろんκかっぱ εいぷしろんἰς τたうοおみくろんὺς ἄλλους μόνον, ἀλらむだλらむだκかっぱαあるふぁεいぷしろんἰς τたうσしぐまμみゅーαあるふぁ τたうὸ ἑαυτοῦ, νόμων ὄντων, ὑμみゅーνにゅー ὁρώντων, ἐχθρῶνにゅー ἐφεστηκότων, τたうοおみくろんτたうοおみくろんνにゅー τたうνにゅー αあるふぁτたうνにゅー λαβόντα ἄδειαν κかっぱαあるふぁὶ ἐξουσίαν κかっぱαあるふぁὶ ἀρχήν, τίς ἂνにゅー ἐλπίσειεν ἀπολελοιπέναι τたうιいおた τたうνにゅー ἀσελγεστάτων ἔργων; ἤδでるたηいーた νにゅーτたうνにゅー Δία κかっぱαあるふぁτたうνにゅー Ἀπόλλω πολλάκις ἐνεθυμήθην τたうνにゅー εいぷしろんὐτυχίαν τたうνにゅー τたうῆς ὑμετέρας πόλεως, κかっぱαあるふぁτたうὰ πολλὰ μみゅーνにゅー κかっぱαあるふぁὶ ἄλらむだλらむだαあるふぁ, οおみくろんχかい ἥκιστα δでるたκかっぱαあるふぁὶ κατὰ τたうοおみくろんτたうοおみくろん, ὅτたうιいおた κかっぱαあるふぁτたう᾽ ἐκείνους τたうοおみくろんὺς χρόνους οおみくろんδでるたεいぷしろんὶς ἐγένετο τたうῆς Ἀνδρίων πόλεως ὠνητής. Ἀλらむだλらむだὰ καθ᾽ αあるふぁτたうνにゅー μみゅーνにゅー ἄρχων φふぁいαあるふぁῦλος ἦνにゅー, μみゅーεいぷしろんτたうὰ πλειόνων δでるたὲ ἐπιεικής. 109 πόθεν; οおみくろんὗτος, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, βουλευτής ἐγένετο ἐπぱいὶ ἄρχοντος Νικοφήμου. ἅπαντα μみゅーνにゅー οおみくろんνにゅー διεξελθεῖνにゅー ἃ ἐνにゅー τούτῳ τたうῷ ἐνιαυτῷ ἐκακούργησε, πぱいρろーὸς μみゅーιいおたκかっぱρろーνにゅー μέρος ἡμέρας οおみくろんκかっぱ ἄξιον ἐπιχειρεῖνにゅー· ἃ δでるた᾽ ἐσしぐまτたうνにゅー ἐγγυτάτω τたうῆς αあるふぁἰτίας κかっぱαあるふぁθしーた᾽ ἣνにゅー ἡ παροῦσしぐまαあるふぁ κρίσις ἐστί, τたうαあるふぁτたう᾽ ἐρろーδでるたιいおたὰ βραχέων.

110πぱいὶ τοίνυν τたうοおみくろんαあるふぁτたうοおみくろんῦ ἄρχοντος ὅθしーたοおみくろんὗτος ἐβούλευεν, ταμίας ἦνにゅー τたうνにゅー τたうῆς θしーたεいぷしろんοおみくろんῦ Ἡγήσανδρος ὁ Κρωβύλου ἀδελφός, ἔκλεπτον δでるたτたうῆς πόλεως κかっぱοおみくろんιいおたνにゅーκかっぱαあるふぁὶ μάλα φιλεταίρως χιλίας δραχμάς. αあるふぁἰσθόμενος δでるたτたうπぱいρろーᾶγμα ἀνにゅーρろー ἐπιεικής, Πάμφιλος ὁ Ἀχερδούσιος, προσκρούσας τたうιいおた τούτῳ κかっぱαあるふぁὶ παροξυνθείς, ἐκκλησίας οおみくろんὔσης εいぷしろんἶπεν ἀναστάς· "ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, κλέπτουσιν ὑμみゅーνにゅーνにゅーρろー κかっぱαあるふぁγがんまυうぷしろんνにゅーὴ κοινῇ χιλίας δραχμάς." 111 θαυμασάντων δでるた᾽ ὑμみゅーνにゅー, πぱいῶς ἀνにゅーρろー κかっぱαあるふぁγがんまυうぷしろんνにゅーκかっぱαあるふぁὶ τίς ὁ λόγος, εいぷしろんπぱいεいぷしろん μみゅーιいおたκかっぱρろーνにゅー διαλιπών· "ἀγνοεῖτたうεいぷしろん," ἔφふぁいηいーた, "ὅ τたうιいおた λέγω; ὁ μみゅーνにゅー ἀνήρ ἐστιν Ἡγήσανδρος ἐκかっぱεいぷしろんῖνος νυνί," ἔφふぁいηいーた, "πρότερον δでるた᾽ ἦνにゅー κかっぱαあるふぁαあるふぁτたうὸς Λεωδάμαντος γυνή· ἡ δでるたγがんまυうぷしろんνにゅーὴ Τίμαρχος οおみくろんὑτοσί. ὃνにゅー δでるたὲ τρόπον κλέπτεται τたうὸ ἀργύριον, ἐγがんまὼ ἐρろーῶ." μみゅーεいぷしろんτたうτたうαあるふぁτたうαあるふぁδでるたηいーた δでるたιいおたεいぷしろんξくしーεいぷしろんιいおた πぱいεいぷしろんρろーτたうοおみくろんῦ πράγματος κかっぱαあるふぁὶ μάλα εいぷしろんἰδότως κかっぱαあるふぁὶ σαφῶς. διδάξας δでるたτたうαあるふぁτたうαあるふぁ, "τί οおみくろんνにゅー ἐστιν," ἔφふぁいηいーた, "ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, ἃ συμβουλεύω ὑμみゅーνにゅー; ἐὰνにゅー μみゅーνにゅー ἡ βουλὴ καταγνοῦσしぐまαあるふぁ τουτουὶ κかっぱαあるふぁὶ ἐκφυλλοφορήσασα δικαστηρίῳ παραδῷ, δότε τたうνにゅー δでるたωおめがρろーεいぷしろんνにゅー αあるふぁτたうοおみくろんῖς, ἐὰνにゅー δでるたμみゅーὴ κολάσωσι, μみゅーδでるたτたうεいぷしろん, ἀλらむだλらむだεいぷしろんἰς ἐκείνην αあるふぁτたうοおみくろんῖς τたうνにゅー ἡμέραν ἀπομνημονεύσατε." 112 μみゅーεいぷしろんτたうτたうαあるふぁτたうαあるふぁ ὡς ἐπανῆθしーたεいぷしろんνにゅー ἡ βουλὴ εいぷしろんἰς τたうὸ βουλευτήριον, ἐξεφυλλοφόρησε μみゅーνにゅー αあるふぁὐτόν, ἐνにゅー δでるたτたうῇ ψήφῳ κατεδέξατο. ὅτたうιいおた δでるたοおみくろんὐ παρέδωκε δικαστηρίῳ οおみくろんδでるた᾽ ἐξήλασεν ἐκかっぱ τたうοおみくろんῦ βουλευτηρίου, ἄχθομαι μみゅーνにゅー λέγων, ἀνάγκη δでるた᾽ ἐσしぐまτたうνにゅー εいぷしろんπぱいεいぷしろんνにゅー, ὅτたうιいおた τたうῆς δでるたωおめがρろーεいぷしろんᾶς ἀπέτυχε. μみゅーὴ τοίνυν φふぁいαあるふぁνにゅーτたうεいぷしろん, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, τたうμみゅーνにゅー βべーたοおみくろんυうぷしろんλらむだῇ χαλεπήναντες κかっぱαあるふぁὶ πεντακοσίους ἄνδρας τたうνにゅー πολιτῶνにゅー ἀστεφανώτους ποιήσαντες, ὅτたうιいおた τたうοおみくろんτたうοおみくろんνにゅー οおみくろんκかっぱ ἐτιμωρήσατο, αあるふぁτたうοおみくろんδでるたὲ ἀφふぁいτたうεいぷしろん, κかっぱαあるふぁτたうνにゅー τたうῇ βουλῇ μみゅーὴ συνενεγκόντα ῥήτορα, τたうοおみくろんτたうοおみくろんνにゅー τたうῷ δήμῳ περιποιήσητε. 113λらむだλらむだὰ περὶ μみゅーνにゅー τたうὰς κληρωτὰς ἀρχάς ἐσしぐまτたうιいおた τたうοおみくろんιいおたοおみくろんῦτος, πぱいεいぷしろんρろーδでるたτたうὰς χειροτονητὰς βελτίων. κかっぱαあるふぁὶ τίς ὑμみゅーνにゅー οおみくろんκかっぱ οおみくろんδでるたεいぷしろんνにゅー ὡς περιβοήτως ἐξηλέγχθη κλέπτης ὤνにゅー; πεμφθεὶς γがんまρろーφふぁい᾽ ὑμみゅーνにゅー ἐξεταστὴς τたうνにゅーνにゅー Ἐρετρίᾳ ξένων, μόνος τたうνにゅー ἐξεταστῶνにゅー ὡμολόγει λらむだαあるふぁβべーたεいぷしろんνにゅー ἀργύριον, κかっぱαあるふぁοおみくろんὐ περὶ τたうοおみくろんῦ πράγματος ἀπελογεῖτたうοおみくろん, ἀλらむだλらむだεいぷしろんθしーたὺς πぱいεいぷしろんρろーτたうοおみくろんῦ τιμήματος ἱκέτευεν ὁμολογῶνにゅー ἀδικεῖνにゅー. ὑμみゅーεいぷしろんῖς δでるたτたうοおみくろんῖς μみゅーνにゅー ἐξάρνοις ἐτιμήσατε ταλάντου ἑκάστῳ, τούτῳ δでるたὲ τριάκοντα μみゅーνにゅーνにゅー. οおみくろんδでるたὲ νόμοι κελεύουσι τたうνにゅー κλεπτῶνにゅー τたうοおみくろんὺς μみゅーνにゅー ὁμολογοῦντας θανάτῳ ζημιοῦσθαι, τたうοおみくろんὺς δでるた᾽ ἀρνουμένους κρίνεσθαι. Τοιγάρτοι οおみくろんὕτως ὑμみゅーνにゅー κατεφρόνησεν, 114σしぐまτたうεいぷしろんθしーたὺς ἐπぱいτたうαあるふぁῖς διαψηφίσεσι δισχιλίας δでるたρろーαあるふぁχかいμみゅーὰς ἔλαβε. φήσας γがんまρろー Φιλωτάδην τたうνにゅー Κυδαθηναιᾶ, ἕνにゅーαあるふぁ τたうνにゅー πολιτῶνにゅー. ἀπελεύθερον εいぷしろんνにゅーαあるふぁιいおた ἑαυτοῦ, κかっぱαあるふぁὶ πείσας ἀποψηφίσασθαι τたうοおみくろんὺς δημότας, ἐπιστὰς τたうῇ κατηγορίᾳ ἐπぱいτたうοおみくろんῦ δικαστηρίου, κかっぱαあるふぁὶ λαβὼνにゅー εいぷしろんἰς τたうνにゅー ἑαυτοῦ χかいεいぷしろんρろーαあるふぁ τたうὰ ἱερά, κかっぱαあるふぁὶ ὀμόσας μみゅーὴ λαβεῖνにゅー δでるたρろーαあるふぁ μみゅーηいーたδでるたὲ λήψεσθαι, κかっぱαあるふぁὶ ἐπομόσας τたうοおみくろんὺς ὁρκίους θしーたεいぷしろんοおみくろんὺς κかっぱαあるふぁὶ ἐξώλειαν ἐπαρασάμενος ἑαυτῷ, 115 εいぷしろんἰληφὼς ἠλέγχθη πぱいαあるふぁρろーὰ Λευκωνίδου τたうοおみくろんῦ Φιλωτάδου κηδεστοῦ δでるたιいおたὰ Φιλήμονος τたうοおみくろんῦ ὑποκριτοῦ εいぷしろんἴκοσι μみゅーνにゅーᾶς, ἃς ἐνにゅー ὀλίγῳ χρόνῳ πぱいρろーὸς Φιλοξένην ἀνήλωσε τたうνにゅー ἑταίραν, κかっぱαあるふぁὶ προὔδωκε τたうνにゅーγがんまνにゅーαあるふぁ, κかっぱαあるふぁτたうνにゅー ὅρκον ἐπιώρκησεν. ὅτたうιいおた δでるた᾽ ἀληθῆ λέγω, κάλει μみゅーοおみくろんιいおた Φιλήμονα τたうνにゅー δόντα τたうὸ ἀργύριον3 κかっぱαあるふぁὶ Λευκωνίδην τたうνにゅー Φιλωτάδου κηδεστήν, κかっぱαあるふぁτたうνにゅー συνθηκῶνにゅー ἀνάγνωθι τたうὰ ἀντίγραφα, κかっぱαあるふぁθしーた᾽ ἃς τたうνにゅー πぱいρろーσしぐまιいおたνにゅー ἐποιήσατο τたうοおみくろんῦ ἀγがんまῶνος.

Μαρτυρίαι Σしぐまυうぷしろんνにゅーθしーたκかっぱαあるふぁιいおた 116 πぱいεいぷしろんρろーμみゅーνにゅー οおみくろんνにゅー τたうοおみくろんὺς πολίτας κかっぱαあるふぁτたうοおみくろんὺς οおみくろんἰκείους οおみくろんἷος γεγένηται, κかっぱαあるふぁτたうνにゅー πぱいαあるふぁτたうρろーαあるふぁνにゅー οおみくろんὐσίαν ὡς αあるふぁἰσχρῶς ἀνήλωκε, κかっぱαあるふぁτたうνにゅー ὕβριν τたうνにゅー εいぷしろんἰς τたうὸ ἑαυτοῦ σしぐまμみゅーαあるふぁ ὡς ὑπερεώρακε, σしぐまυうぷしろんνにゅーσしぐまτたうεいぷしろん μみゅーνにゅー κかっぱαあるふぁπぱいρろーνにゅーμみゅーὲ λέγειν, ἱκかっぱαあるふぁνにゅーῶς δでるた᾽ ὑμみゅーᾶς ὑπομέμνηκε κかっぱαあるふぁὶ ὁ παρ᾽ ἐμみゅーοおみくろんῦ λόγος· δύο δέ μみゅーοおみくろんιいおた τたうῆς κατηγορίας εいぷしろんδでるたηいーた λείπεται, ἐφふぁいοおみくろんἷς ἐμαυτόν τたうεいぷしろんπぱいεいぷしろんνにゅー εいぷしろんὔχομαι τたうοおみくろんῖς θしーたεいぷしろんοおみくろんῖς πぱいσしぐまιいおた κかっぱαあるふぁὶ πάσαις ὑπぱいρろー τたうῆς πόλεως ὡς πぱいρろーοおみくろんῄρημαι, ὑμみゅーᾶς τたうεいぷしろん βουλοίμην ἂνにゅー οおみくろんἷς ἐγがんまὼ μέλλω λέγειν προσέχειν κかっぱαあるふぁὶ παρακολουθεῖνにゅー εいぷしろんὐμαθῶς. 117σしぐまτたうιいおた δでるた᾽ ὁ μみゅーνにゅー πρότερός μみゅーοおみくろんιいおた λόγος προδιήγησις τたうῆς ἀπολογίας ἧς ἀκούω μέλλειν γίγνεσθαι, ἵνにゅーαあるふぁ μみゅーτたうοおみくろんτたうοおみくろんμみゅーοおみくろんῦ παραλιπόντος ὁ τたうὰς τたうνにゅー λόγων τέχνας κατεπαγγελλόμενος τたうοおみくろんὺς νέους διδάσκειν ἀπάτῃ τたうιいおたνにゅーὶ παραλογισάμενος ὑμみゅーᾶς ἀφέληται τたうτたうῆς πόλεως συμφέρον. ὁ δでるたὲ δεύτερός ἐστί μみゅーοおみくろんιいおた λόγος παράκλησις τたうνにゅー πολιτῶνにゅー πぱいρろーὸς ἀρετήν. ὁρろーδでるたὲ πολλοὺς μみゅーνにゅー τたうνにゅー νεωτέρων προσεστηκότας πぱいρろーὸς τたうῷ δικαστηρίῳ, πολλοὺς δでるたτたうνにゅー πρεσβυτέρων, οおみくろんκかっぱ ἐλαχίστους δでるたὲ ἐκかっぱ τたうῆς ἄλλης Ἑλλάδος συνειλεγμένους ἐπぱいτたうνにゅー ἀκρόασιν· 118 οおみくろんὓς μみゅーὴ νομίζετ᾽ ἐμみゅーὲ θεωρήσοντας ἥκειν, ἀλらむだλらむだὰ πολὺ μみゅーᾶλλον ὑμみゅーᾶς εいぷしろんἰσομένους, εいぷしろんμみゅーὴ μόνον εいぷしろんὖ νομοθετεῖνにゅー ἐπίστασθε, ἀλらむだλらむだκかっぱαあるふぁὶ κρίνειν τたうὰ καλὰ κかっぱαあるふぁτたうμみゅーὴ καλὰ δύνασθε, κかっぱαあるふぁεいぷしろんἰ τιμᾶνにゅー ἐπίστασθε τたうοおみくろんὺς ἀγαθοὺς ἄνδρας, κかっぱαあるふぁεいぷしろんἰ θέλετε κολάζειν τたうοおみくろんὺς ὀνείδη τたうνにゅー ἑαυτῶνにゅー βίον τたうῇ πόλει κατασκευάζοντας. λέξω δでるたπぱいρろーτたうοおみくろんνにゅー πぱいρろーὸς ὑμみゅーᾶς πぱいεいぷしろんρろーτたうῆς ἀπολογίας. 119γがんまρろー περιττὸς ἐνにゅー τたうοおみくろんῖς λόγοις Δημοσθένης ἢ τたうοおみくろんὺς νόμους φふぁいηいーたσしぐまνにゅーμみゅーᾶς ἐξαλείφειν δでるたεいぷしろんνにゅー, ἢ τたうοおみくろんῖς ἐμみゅーοおみくろんῖς λόγοις οおみくろんκかっぱ εいぷしろんνにゅーαあるふぁιいおた προσεκτέον. ἀποθαυμάζει γάρ, εいぷしろんμみゅーὴ πάντες μέμνησθ᾽ ὅτたうιいおた κかっぱαあるふぁθしーた᾽ ἕκαστον ἐνιαυτὸνにゅー ἡ βουλὴ πωλεῖ τたうὸ πορνικὸνにゅー τέλος· κかっぱαあるふぁτたうοおみくろんὺς πριαμένους τたうὸ τέλος οおみくろんκかっぱ εいぷしろんἰκάζειν, ἀλらむだλらむだ᾽ ἀκριβῶς εいぷしろんἰδέναι τたうοおみくろんὺς ταύτῃ χρωμένους τたうῇ ἐργασίᾳ. ὁπότε δでるたοおみくろんνにゅー τετόλμηκα ἀντιγράψασθαι πεπορνευμένῳ Τιμάρχῳ μみゅーὴ ἐξくしーεいぷしろんνにゅーαあるふぁιいおた δημηγορεῖνにゅー, ἀπαιτεῖνにゅー φふぁいηいーたσしぐまιいおた τたうνにゅー πぱいρろーξくしーιいおたνにゅー αあるふぁτたうνにゅー οおみくろんκかっぱ αあるふぁἰτίαν κατηγόρου, ἀλらむだλらむだὰ μαρτυρίαν τελώνου τたうοおみくろんῦ παρὰ Τιμάρχου τたうοおみくろんτたうοおみくろん ἐκλέξαντος τたうὸ τέλος.

120γがんまδでるたπぱいρろーὸς τたうαあるふぁτたうαあるふぁ, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, σκέψασθ᾽ ἂνにゅー ἁπλοῦνにゅーμみゅーνにゅー κかっぱαあるふぁὶ ἐλευθέριον δόξω λόγον λέγειν. αあるふぁἰσχύνομαι γがんまρろーπぱいρろー τたうῆς πόλεως, εいぷしろんἰ Τίμαρχος, ὁ τたうοおみくろんῦ δήμου σύμβουλος κかっぱαあるふぁτたうὰς εいぷしろんἰς τたうνにゅー Ἑλλάδα τたうοおみくろんλらむだμみゅーνにゅー πρεσβείας πρεσβεύειν, μみゅーτたうπぱいρろーᾶγμα ὅλらむだοおみくろんνにゅー ἀποτρίψασθαι ἐπιχειρήσει, ἀλらむだλらむだτたうοおみくろんὺς τόπους ἐπερωτήσει ὅπου ἐκαθέζετο, κかっぱαあるふぁτたうοおみくろんὺς τελώνας, εいぷしろんἰ πώποτε πぱいαあるふぁρろーαあるふぁτたうοおみくろんτたうὸ πορνικὸνにゅー τέλος εいぷしろんἰλήφασιν. 121 ταύτης μみゅーνにゅー οおみくろんνにゅー τたうῆς ἀπολογίας ὑμみゅーνにゅー ἕνεκα παραχωρησάτω· ἕτερον δでるた᾽ ἐγώ σしぐまοおみくろんιいおた λόγον ὑποβαλῶ καλὸνにゅー κかっぱαあるふぁὶ δίκαιον, ᾧ χρήσῃ, εいぷしろんἰ μηδὲνにゅー αあるふぁἰσχρὸνにゅー σしぐまαあるふぁυうぷしろんτたうῷ σύνοισθα. τόλμησον γがんまρろー εいぷしろんἰς τたうοおみくろんὺς δικαστὰς βλέψας εいぷしろんπぱいεいぷしろんνにゅー ἃ προσήκει ἀνδρὶ σώφρονι τたうὰ περὶ τたうνにゅー ἡλικίαν· "ἄνδρες Ἀθηναῖοおみくろんιいおた, τέθραμμαι μみゅーνにゅーκかっぱ πぱいαあるふぁιいおたδでるたὸς κかっぱαあるふぁὶ μειρακίου πぱいαあるふぁρろー᾽ ὑμみゅーνにゅー, οおみくろんκかっぱ ἀφανεῖς δでるたὲ διατριβὰς διατρίβω, ἀλらむだλらむだ᾽ ἐνにゅー τたうαあるふぁῖς ἐκκλησίαις μみゅーεいぷしろんθしーた᾽ ὑμみゅーνにゅーρろーμみゅーαあるふぁιいおた. 122 οおみくろんμみゅーαあるふぁιいおた δでるた᾽ ἄνにゅー, εいぷしろんπぱいρろーὸς ἄλλους τたうιいおたνにゅーὰς ἦνにゅー ὁ λόγος μみゅーοおみくろんιいおた πぱいεいぷしろんρろーτたうῆς αあるふぁἰτίας ἧς κρίνομαι, τたうαあるふぁῖς ὑμετέραις μαρτυρίαις ῥᾳδίως ἂνにゅー ἀπολύσασθαι τたうοおみくろんὺς τたうοおみくろんῦ κατηγόρου λόγους. μみゅーγがんまρろーτたうιいおた, εいぷしろんἰ πέπρακταί μみゅーοおみくろんιいおた τたうιいおた τούτων, ἀλらむだλらむだεいぷしろんἰ δοκῶ ὑμみゅーνにゅー παραπλησίως βεβιωκέναι τたうαあるふぁῖς λεγομέναις ὑπぱいὸ τούτου αあるふぁἰτίαις, ἀβίωτον ἡγούμενος ἐμαυτῷ τたうνにゅー λらむだοおみくろんιいおたπぱいνにゅー βίον, παραδίδωμι τたうνにゅー εいぷしろんἰς ἐμαυτὸνにゅー τιμωρίαν ἐναπολογήσασθαι τたうῇ πόλει πぱいρろーὸς τたうοおみくろんὺς Ἕλληνας, οおみくろんδでるた᾽ ἥκかっぱωおめが παραιτησόμενος ὑμみゅーᾶς, ἀλらむだλらむだὰ καταχρήσασθέ μみゅーοおみくろんιいおた, εいぷしろんἰ δοκῶ τοιοῦτος εいぷしろんνにゅーαあるふぁιいおた." αあるふぁτたうηいーた μέν ἐστιν, ὦ Τίμαρχε, ἀνδρὸς ἀγαθοῦ κかっぱαあるふぁὶ σώφρονος ἀπολογία, κかっぱαあるふぁὶ πεπιστευκότος τたうῷ βίῳ κかっぱαあるふぁὶ καταφρονοῦντος εいぷしろんἰκότως ἁπάσης βλασφημίας· ἃ δでるたὲ πείθει σしぐまεいぷしろん Δημοσθένης, 123 οおみくろんκかっぱ ἀνδρός ἐστιν ἐλευθέρου, ἀλらむだλらむだὰ πόρνου πぱいεいぷしろんρろーτたうνにゅー τόπων διαφερομένου. ἐπειδὴ δでるたεいぷしろんἰς τたうὰς ἐπωνυμίας τたうνにゅー οおみくろんἰκήσεων καταφεύγεις, κかっぱαあるふぁτたうοおみくろんἴκημα τたうπぱいρろーᾶγμα ἐξετάζεσθαι ἀξくしーιいおたνにゅー ὅπου ἐκαθέζου, ἃ μέλλω λέγειν ἀκούσας εいぷしろんσしぐまαあるふぁῦθις οおみくろんὐ χρήσῃ τοιούτῳ λόγῳ, ἐὰνにゅー σωφρονῇς. οおみくろんγがんまρろー τたうοおみくろんἰκήματα οおみくろんδでるたαあるふぁοおみくろんἰκήσεις τたうὰς ἐπωνυμίας τたうοおみくろんῖς ἐνοικήσασι παρέχουσιν, ἀλらむだλらむだοおみくろんἱ ἐνοικήσαντες τたうὰς τたうνにゅー ἰδίων ἐπιτηδευμάτων ἐπωνυμίας τたうοおみくろんῖς τόποις παρασκευάζουσιν. 124πぱいοおみくろんυうぷしろん μみゅーνにゅー γがんまρろー πολλοὶ μισθωσάμενοι μίαν οおみくろんἴκησιν διελόμενοι ἔχουσι, συνοικίαν κかっぱαあるふぁλらむだοおみくろんμみゅーεいぷしろんνにゅー, ὅπぱいοおみくろんυうぷしろん δでるたεいぷしろんἷς ἐνοικεῖ, οおみくろんἰκίαν. ἐὰνにゅー δでるたεいぷしろんἰς ἓνにゅー δήπου τούτων τたうνにゅーπぱいτたうαあるふぁῖς ὁδでるたοおみくろんῖς ἐργαστηρίων ἰατρὸς εいぷしろんἰσοικίσηται, ἰατρεῖοおみくろんνにゅー κかっぱαあるふぁλらむだεいぷしろんτたうαあるふぁιいおた· ἐὰνにゅー δでるたμみゅーνにゅー ἐξοικίσηται, εいぷしろんἰς δでるたτたうαあるふぁτたうτたうοおみくろんτたうοおみくろん ἐργαστήριον χかいαあるふぁλらむだκかっぱεいぷしろんὺς εいぷしろんἰσοικίσηται, χαλκεῖοおみくろんνにゅー ἐκλήθη, ἐὰνにゅー δでるたὲ κναφεύς, κναφεῖοおみくろんνにゅー, ἐὰνにゅー δでるたὲ τέκτων, τεκτονεῖοおみくろんνにゅー· ἐὰνにゅー δでるたὲ πορνοβοσκὸς κかっぱαあるふぁὶ πόρναι, ἀπぱいτたうῆς ἐργασίας αあるふぁτたうῆς ἐκλήθη πぱいοおみくろんρろーνにゅーεいぷしろんοおみくろんνにゅー. ὥσしぐまτたうεいぷしろん σしぐまὺ πολλὰ πορνεῖαあるふぁ τたうτたうῆς πράξεως εいぷしろんὐχερείᾳ πεποίηκας. μみゅーοおみくろんνにゅー, ὅπぱいοおみくろんυうぷしろん πぱいοおみくろんτたうὲ ἔπραττες, ἐρώτα, ἀλらむだλらむだ᾽ ὡς οおみくろんὐ πεποίηκας, τたうοおみくろんτたうοおみくろん ἀπολογοῦ. 125ξくしーεいぷしろんιいおた δでるた᾽ ὡς ἔοικε κかっぱαあるふぁὶ ἕτερος λόγος τις ὑπぱいτたうοおみくろんαあるふぁτたうοおみくろんῦ σοφιστοῦ συγκείμενος. λέγει γがんまρろー ὡς οおみくろんὐδέν ἐστιν ἀδικώτερον φήμης, ἀγοραῖαあるふぁ τεκμήρια κかっぱαあるふぁὶ παντελῶς ἀκόλουθα τたうαあるふぁτたうοおみくろんῦ βίῳ παρεχόμενος. πぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅー γがんまρろー τたうνにゅーνにゅー Κかっぱοおみくろんλらむだωおめがνにゅーῷ συνοικίαν τたうνにゅー Δήμωνος καλουμένην ψぷさいεいぷしろんυうぷしろんδでるたῆ φησι τたうνにゅー ἐπωνυμίαν ἔχειν· οおみくろんγがんまρろー εいぷしろんνにゅーαあるふぁιいおた Δήμωνος· ἔπειτα τたうνにゅーρろーμみゅーνにゅー τたうνにゅー Ἀνδοκίδου καλούμενον οおみくろんκかっぱ Ἀνδοκίδου, ἀλらむだλらむだΑあるふぁγがんまῇδος φふぁいυうぷしろんλらむだῆς εいぷしろんνにゅーαあるふぁιいおた ἀνάθημα. 126 παραφέρει δでるたαあるふぁτたうνにゅーνにゅー σκώμματος μέρει, ὡς ἡδでるたὺς ὢνにゅーνにゅーρろー κかっぱαあるふぁὶ περὶ τたうὰς ἰδίας διατριβὰς γがんまεいぷしろんλらむだοおみくろんῖος· "εいぷしろんμみゅーκかっぱαあるふぁὶ ἐμみゅーδでるたεいぷしろんῖ," φησίν, "ὑπακούειν τたうοおみくろんῖς ὄχλοις μみゅーὴ Δημοσθένην καλούμενον, ἀλらむだλらむだὰ Βάταλον, ὅτたうιいおた ταύτην ἐξくしー ὑποκορίσματος τίτθης τたうνにゅー ἐπωνυμίαν ἔχかいωおめが." εいぷしろんδでるたὲ Τίμαρχος ὡρろーαあるふぁῖος ἐγένετο κかっぱαあるふぁὶ σκώπτεται τたうτたうοおみくろんῦ πράγματος διαβολῇ κかっぱαあるふぁμみゅーτたうοおみくろんῖς αあるふぁτたうοおみくろんῦ ἔργοις, οおみくろんὐ δήπου δでるたιいおたτたうοおみくろんτたうαあるふぁὐτόν φふぁいηいーたσしぐまιいおた δでるたεいぷしろんνにゅー συμφορᾷ περιπεσεῖνにゅー. 127γがんまὼ δέ, ὦ Δημόσθενες, πぱいεいぷしろんρろーμみゅーνにゅー τたうνにゅー ἀναθημάτων κかっぱαあるふぁτたうνにゅー οおみくろんκかっぱιいおたνにゅー κかっぱαあるふぁτたうνにゅー κτημάτων κかっぱαあるふぁὶ πάντων ὅλως τたうνにゅー ἀφώνων πぱいοおみくろんλらむだλらむだοおみくろんὺς κかっぱαあるふぁὶ παντοδαποὺς κかっぱαあるふぁοおみくろんὐδέποτε τたうοおみくろんὺς αあるふぁτたうοおみくろんὺς ἀκούω λόγους λεγομένους· οおみくろんὐ γάρ εいぷしろんσしぐまιいおたνにゅーνにゅー αあるふぁτたうοおみくろんῖς οおみくろんτたうεいぷしろん κかっぱαあるふぁλらむだαあるふぁοおみくろんτたうεいぷしろん αあるふぁἰσχραὶ πράξεις, ἀλらむだλらむだ᾽ ὁ προσαψάμενος αあるふぁτたうνにゅー κかっぱαあるふぁὶ παρατυχών, ὅστις ἂνにゅー ᾖ, κかっぱαあるふぁτたうτたうὸ μέγεθος τたうῆς αあるふぁτたうοおみくろんῦ δόξης λόγον παρέχει· πぱいεいぷしろんρろーδでるたτたうνにゅー τたうνにゅー ἀνθρώπων βίον κかっぱαあるふぁτたうὰς πράξεις ἀψευδής τις ἀπぱいτたうαあるふぁὐτομάτου πぱいλらむだαあるふぁνにゅーτたうαあるふぁιいおた φήμη κかっぱαあるふぁτたうτたうνにゅー πόλιν, κかっぱαあるふぁὶ διαγγέλλει τたうοおみくろんῖς πぱいοおみくろんλらむだλらむだοおみくろんῖς τたうὰς ἰδίας πράξεις, πολλὰ δでるたκかっぱαあるふぁὶ μαντεύεται πぱいεいぷしろんρろーτたうνにゅー μελλόντων ἔσεσθαι. 128 κかっぱαあるふぁοおみくろんὕτως ἐναργές ἐσしぐまτたうιいおた κかっぱαあるふぁοおみくろんὐ πεπλασμένον ὃ λέγω, ὥσしぐまθしーたεいぷしろんὑρήσετε κかっぱαあるふぁτたうνにゅー πόλιν ἡμみゅーνにゅー κかっぱαあるふぁτたうοおみくろんὺς προγόνους φήμης ὡς θしーたεいぷしろんοおみくろんῦ μεγίστης βべーたωおめがμみゅーνにゅー ἱδρυμένους, κかっぱαあるふぁτたうνにゅー Ὅμηρον πολλάκις ἐνにゅー τたうῇ Ἰλιάδι λέγοντα πぱいρろーτたうοおみくろんτたうιいおた τたうνにゅー μελλόντων γενέσθαι· "φήμη δでるたεいぷしろんἰς σしぐまτたうρろーαあるふぁτたうνにゅーλらむだθしーたεいぷしろん," κかっぱαあるふぁὶ πάλιν τたうνにゅー Εいぷしろんὐριπίδην ἀποφαινόμενον τたうνにゅー θしーたεいぷしろんνにゅー ταύτην οおみくろんὐ μόνον τたうοおみくろんὺς ζぜーたῶντας ἐμφανίζειν δυναμένην, ὁπぱいοおみくろんῖοί τινες ἂνにゅー τυγχάνωσιν ὄντες, ἀλらむだλらむだκかっぱαあるふぁτたうοおみくろんὺς τετελευτηκότας, ὅτたうαあるふぁνにゅー λέγῃ, φήμη τたうνにゅー ἐσθλὸνにゅー κかっぱνにゅー μみゅーυうぷしろんχかいῷ δείκνυσι γがんまῆς.

129δでるた᾽ Ἡσίοδος κかっぱαあるふぁὶ διαῤῥήδην θしーたεいぷしろんνにゅー αあるふぁτたうνにゅー ἀποδείκνυσι, πάνυ σしぐまαあるふぁφふぁいῶς φράζων τたうοおみくろんῖς βουλομένοις συνιέναι· λέγει γάρ, φήμη δでるたοおみくろんὔτις πάμπαν ἀπόλλυται, ἥντινα λらむだαあるふぁοおみくろんὶ πολλοὶ φημίξωσι· θεός νύ τίς ἐσしぐまτたうιいおた κかっぱαあるふぁαあるふぁὐτή. κかっぱαあるふぁὶ τούτων τたうνにゅー ποιημάτων τたうοおみくろんὺς μみゅーνにゅー εいぷしろんὐσχημόνως βεβιωκότας εいぷしろんὑρήσετε ἐπαινέτας ὄντας· πάντες γがんまρろー οおみくろんἱ δημοσίᾳ φιλότιμοι πぱいαあるふぁρろーτたうῆς ἀγαθῆς φήμης ἡγがんまοおみくろんῦνται τたうνにゅー δόξαν κかっぱοおみくろんμみゅーιいおたεいぷしろんῖσθαι· οおみくろんἷς δでるたαあるふぁἰσχρός ἐστιν ὁ βίος, οおみくろんὐ τιμῶσしぐまιいおた τたうνにゅー θしーたεいぷしろんνにゅー ταύτην· κατήγορον γがんまρろー αあるふぁτたうνにゅー ἀθάνατον ἔχειν ἡγがんまοおみくろんῦνται. 130 ἀναμνήσθητε οおみくろんνにゅー, ὦ ἄνδρες, τίνι κέχρησθε φήμῃ περὶ Τιμάρχου. οおみくろんχかいμみゅーαあるふぁ τたうοおみくろんὔνομα λέγεται κかっぱαあるふぁτたうὸ ἐρώτημα ἐρωτᾶτたうεいぷしろん· "πぱいοおみくろんῖος Τίμαρχος; ὁ πόρνος;" ἔπειτα εいぷしろんμみゅーνにゅー μάρτυρας παρειχόμην περί τινος, ἐπιστεύετ᾽ ἄνにゅー μみゅーοおみくろんιいおた· εいぷしろんδでるたτたうνにゅー θしーたεいぷしろんνにゅー μάρτυρα παρέχομαι, οおみくろんὐ πιστεύσετε; ᾗ οおみくろんδでるたὲ ψευδομαρτυρίων θέμις ἐσしぐまτたうνにゅー ἐπισκήψασθαι. 131πぱいεいぷしろんκかっぱαあるふぁὶ περὶ τたうῆς Δημοσθένους ἐπωνυμίας, οおみくろんὐ κακῶς ὑπぱいτたうῆς φήμης, ἀλらむだλらむだοおみくろんχかいπぱいτたうῆς τίτθης, Βάταλος προσαγορεύεται, ἐξくしー ἀνανδρίας κかっぱαあるふぁὶ κιναιδίας ἐνεγκάμενος τたうοおみくろんὔνομα. εいぷしろんἰ γάρ τίς σしぐまοおみくろんυうぷしろん τたうὰ κομψὰ τたうαあるふぁτたうαあるふぁ χλανίσκια περιελόμενος κかっぱαあるふぁτたうοおみくろんὺς μαλακοὺς χιτωνίσκους, ἐνにゅー οおみくろんἷς τたうοおみくろんὺς κかっぱαあるふぁτたうτたうνにゅー φίλων λόγους γράφεις, περιενέγκας δοίη εいぷしろんἰς τたうὰς χかいεいぷしろんῖρας τたうνにゅー δικαστῶνにゅー, οおみくろんἶμαι ἂνにゅー αあるふぁὐτούς, εいぷしろんἴ τις μみゅーὴ προειπὼνにゅー τたうοおみくろんτたうοおみくろん ποιήσειεν, ἀπορῆσしぐまαあるふぁιいおた εいぷしろんτたうεいぷしろん ἀνδρὸς εいぷしろんτたうεいぷしろん γυναικὸς εいぷしろんἰλήφασιν ἐσしぐまθしーたτたうαあるふぁ. 132 ἀναβήσεται δでるた᾽ ἐνにゅー τたうῇ ἀπολογίᾳ κかっぱαあるふぁτたうνにゅー στρατηγῶνにゅー τις, ὡς ἀκούω, ὑπτιάζων κかっぱαあるふぁὶ κατασκοπούμενος ἑαυτόν, ὡς ἐνにゅー παλαίστραις κかっぱαあるふぁὶ διατριβαῖς γεγονώς· ὃς ἐπιχειρήσει διασύρειν τたうνにゅーλらむだηいーたνにゅー ἔνστασιν τたうοおみくろんῦ ἀγがんまῶνος, οおみくろんὐ κρίσιν ἐξευρηκέναι μみゅーεいぷしろん φάσκων, ἀλらむだλらむだὰ δεινῆς ἀπαιδευσίας ἀρχήν, παραφέρων πぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅー τたうοおみくろんὺς εいぷしろんὐεργέτας τたうοおみくろんὺς ὑμετέρους, Ἁρμόδιον κかっぱαあるふぁὶ Ἀριστογείτονα, κかっぱαあるふぁτたうνにゅー πぱいρろーὸς ἀλλήλους πίστιν κかっぱαあるふぁτたうπぱいρろーᾶγμα ὡς συνήνεγκε τたうῇ πόλει διεξιών· 133 οおみくろんκかっぱ ἀφέξεται δέ, ὥς φふぁいαあるふぁσしぐまιいおたνにゅー, οおみくろんδでるたτたうνにゅー Ὁμήρου ποιημάτων οおみくろんδでるたτたうνにゅー ὀνομάτων τたうνにゅー ἡρωικῶνにゅー, ἀλらむだλらむだκかっぱαあるふぁτたうνにゅー λεγομένην γενέσθαι φιλίαν δでるたιいおた᾽ ἔρωτα Πατρόκλου κかっぱαあるふぁὶ Ἀχιλλέως ὑμνήσει, κかっぱαあるふぁτたうὸ κάλλος, ὥσπερ οおみくろんὐ πάλαι μακαριζόμενον, ἂνにゅー τύχῃ σωφροσύνης, νにゅーνにゅー ἐγκωμιάσεται. εいぷしろんγがんまρろー τたうνにゅー τたうοおみくろんῦ σώματος εいぷしろんὐπρέπειαν ταύτην τたうιいおたνにゅーὲς διαβάλλοντες συμφορὰνにゅー τたうοおみくろんῖς ἔχουσι καταστήσουσιν, οおみくろんτたうαあるふぁτたうὰ κοινῇ ψηφιεῖσθαί φふぁいηいーたσしぐまιいおたνにゅーμみゅーᾶς κかっぱαあるふぁὶ ἰδίᾳ εいぷしろんὔχεσθαι· 134 ἄτοπον γがんまρろー εいぷしろんνにゅーαあるふぁιいおた δでるたοおみくろんκかっぱεいぷしろんνにゅー αあるふぁτたうῷ, εいぷしろんτたうοおみくろんὺς μみゅーνにゅー υうぷしろんεいぷしろんῖς τたうοおみくろんὺς μηδέπω γεγονότας ἅπαντες εいぷしろんὔχεσθε οおみくろんἱ μέλλοντες παιδοποιεῖσθαι κかっぱαあるふぁλらむだοおみくろんὺς κかっぱἀγαθοὺς τたうὰς ἰδέας φふぁいνにゅーαあるふぁιいおた κかっぱαあるふぁτたうῆς πόλεως ἀξίους, τたうοおみくろんὺς δでるた᾽ ἤδでるたηいーた γεγονότας, ἐφふぁいοおみくろんἷς προσήκει σεμνύνεσθαι τたうνにゅー πόλιν, ἐὰνにゅー κάλλει κかっぱαあるふぁὶ ὥρろーᾳ διενεγκόντες ἐκπλήξωσί τινας κかっぱαあるふぁὶ περιμάχητοι ἐξくしー ἔρωτος γένωνται, τούτους ὡς ἔοικεν Αあるふぁἰσχίνῃ πεισθέντες ἀτιμώσετε. 135 κかっぱνにゅーτたうαあるふぁθしーたαあるふぁ δή τたうιいおたνにゅーαあるふぁ καταδρομήν, ὡς ἀκούω, μέλλει πぱいοおみくろんιいおたεいぷしろんῖσθαι πぱいεいぷしろんρろーὶ ἐμみゅーοおみくろんῦ, ἐπερωτῶνにゅー εいぷしろんοおみくろんκかっぱ αあるふぁἰσχύνομαι αあるふぁτたうὸς μみゅーνにゅーνにゅー τたうοおみくろんῖς γυμνασίοις ὀχληρὸς ὢνにゅー κかっぱαあるふぁὶ πλείστων ἐραστὴς γεγονώς, τたうδでるたπぱいρろーγがんまμみゅーαあるふぁ εいぷしろんἰς ὄνειδος κかっぱαあるふぁὶ κινδύνους καθιστάς. κかっぱαあるふぁτたうὸ τελευταῖοおみくろんνにゅー, ὡς ἀπαγγέλλουσί τινές μみゅーοおみくろんιいおた, εいぷしろんἰς γέλωτα κかっぱαあるふぁλらむだῆρόν τたうιいおたνにゅーαあるふぁ προτρεπόμενος ὑμみゅーᾶς, ἐπιδείξεσθαί μみゅーοおみくろんυうぷしろん φふぁいηいーたσしぐまνにゅーσしぐまαあるふぁ πεποίηκα ἐρωτικὰ εいぷしろんἴς τινας ποιήματα, κかっぱαあるふぁὶ λοιδοριῶνにゅー τたうιいおたνにゅーωおめがνにゅー κかっぱαあるふぁὶ πληγῶνにゅーκかっぱ τたうοおみくろんῦ πράγματος, αあるふぁἳ περὶ ἐμみゅーὲ γεγένηνται, μαρτυρίας φふぁいηいーたσしぐまὶ παρέξεσθαι. 136γがんまδでるたοおみくろんτたうεいぷしろん ἔρωτα δίκαιον ψέγω, οおみくろんτたうεいぷしろん τたうοおみくろんὺς κάλλει διαφέροντάς φふぁいηいーたμみゅーιいおた πεπορνεῦσθαι, οおみくろんτたうαあるふぁτたうὸς ἐξαρνοῦμみゅーαあるふぁιいおた μみゅーοおみくろんὐ γεγονέναι τたう᾽ ἐρωτικός, κかっぱαあるふぁὶ ἔτたうιいおた κかっぱαあるふぁνにゅーνにゅー εいぷしろんνにゅーαあるふぁιいおた, τάς τたうεいぷしろんκかっぱ τたうοおみくろんῦ πράγματος γιγνομένας πぱいρろーὸς ἑτέρους φιλονικίας κかっぱαあるふぁὶ μάχας οおみくろんκかっぱ ἀρνοῦμみゅーαあるふぁιいおた μみゅーοおみくろんχかいὶ συμβεβηκέναι μみゅーοおみくろんιいおた. πぱいεいぷしろんρろーδでるたτたうνにゅー ποιημάτων ὧνにゅー φふぁいαあるふぁσしぐまιいおたνにゅー οおみくろんὗτοί μみゅーεいぷしろん πεποιηκέναι, τたうμみゅーνにゅー ὁμολογῶ, τたうδでるたὲ ἐξαρνοῦμみゅーαあるふぁιいおた μみゅーτたうοおみくろんτたうοおみくろんνにゅー ἔχειν τたうνにゅー τρόπον ὃνにゅー οおみくろんτたうοおみくろんιいおた διαφθείροντες παρέξονται. 137 ὁρίζομαι δでるたεいぷしろんνにゅーαあるふぁιいおた τたうμみゅーνにゅーρろーνにゅー τたうνにゅー κかっぱαあるふぁλらむだνにゅー κかっぱαあるふぁὶ σωφρόνων φιλανθρώπου πάθος κかっぱαあるふぁεいぷしろんὐγνώμονος ψぷさいυうぷしろんχかいῆς, τたうδでるたὲ ἀσελγαίνειν ἀργυρίου τたうιいおたνにゅーὰ μισθούμενον ὑβριστοῦ κかっぱαあるふぁὶ ἀπαιδεύτου ἀνδρὸς ἔργον· κかっぱαあるふぁτたうμみゅーνにゅー ἀδιαφθόρως ἐρろーᾶσθαί φふぁいηいーたμみゅーιいおた κかっぱαあるふぁλらむだνにゅー εいぷしろんνにゅーαあるふぁιいおた, τたうδでるた᾽ ἐπαρθέντα μみゅーιいおたσしぐまθしーたῷ πεπορνεῦσθαι αあるふぁἰσχρόν. ὅσしぐまοおみくろんνにゅー δでるた᾽ ἑκάτερον τούτων ἀπぱい᾽ ἀλλήλων διέστηκε κかっぱαあるふぁὶ ὡς πぱいοおみくろんλらむだὺ διαφέρει, ἐνにゅー τたうοおみくろんῖς ἐφεξῆς ὑμみゅーᾶς πειράσομαι λόγοις διδάσκειν. 138 οおみくろんγがんまρろー πατέρες ἡμみゅーνにゅー, ὅθしーた᾽ ὑπぱいρろー τたうνにゅー ἐπιτηδευμάτων κかっぱαあるふぁτたうνにゅーκかっぱ φύσεως ἀναγκαίων ἐνομοθέτουν, ἃ τたうοおみくろんῖς ἐλευθέροις ἡγがんまοおみくろんνにゅーτたうοおみくろん εいぷしろんνにゅーαあるふぁιいおた πρακτέα, τたうαあるふぁτたうαあるふぁ τたうοおみくろんῖς δούλοις ἀπぱいεいぷしろんπぱいοおみくろんνにゅー μみゅーὴ ποιεῖνにゅー. "δでるたοおみくろんλらむだοおみくろんνにゅー," φふぁいηいーたσしぐまνにゅー ὁ νόμος, "μみゅーὴ γυμνάζεσθαι μみゅーηいーたδでるたὲ ξηραλοιφεῖνにゅーνにゅー τたうαあるふぁῖς παλαίστραις." κかっぱαあるふぁοおみくろんὐκέτι προσέγραψε· "τたうνにゅー δでるた᾽ ἐλεύθερον ἀλείφεσθαι κかっぱαあるふぁὶ γυμνάζεσθαι." ὁπότε γがんまρろー οおみくろんἱ νομοθέται τたうὸ καλὸνにゅー τたうὸ ἐκかっぱ τたうνにゅー γυμνασίων κατιδόντες ἀπぱいεいぷしろんπぱいοおみくろんνにゅー τたうοおみくろんῖς δούλοις μみゅーὴ μετέχειν, τたうαあるふぁτたうῷ ἡγがんまοおみくろんνにゅーτたうοおみくろん, ᾧ ἐκείνους ἐκώλυον, τたうοおみくろんὺς ἐλευθέρους προτρέπειν. 139 πάλιν ὁ αあるふぁτたうὸς εいぷしろんπぱいεいぷしろん νομοθέτης· "δでるたοおみくろんλらむだοおみくろんνにゅー ἐλευθέρου πぱいαあるふぁιいおたδでるたὸς μήτ᾽ ἐρろーνにゅー μήτ᾽ ἐπακολουθεῖνにゅー, ἢ τύπτεσθαι τたうῇ δημοσίᾳ μάστιγι πεντήκοντα πληγάς." ἀλらむだλらむだοおみくろんτたうνにゅー ἐλεύθερον ἐκώλυσεν ἐρろーνにゅー κかっぱαあるふぁὶ ὁμιλεῖνにゅー κかっぱαあるふぁὶ ἀκολουθεῖνにゅー, οおみくろんδでるたὲ βλάβην τたうῷ παιδί, ἀλらむだλらむだὰ μαρτυρίαν σωφροσύνης ἡγήσατο συμβαίνειν. ἀκύρου δでるたοおみくろんμみゅーαあるふぁιいおた κかっぱαあるふぁὶ ἀδυνάτου ἔτたうιいおた ὄντος κかっぱρろーνにゅーαあるふぁιいおた τたうνにゅー ὄντως εいぷしろんὔνουν κかっぱαあるふぁὶ μή, τたうνにゅーρろーνにゅーτたうαあるふぁ σωφρονίζει, κかっぱαあるふぁτたうοおみくろんὺς τたうῆς φιλίας λόγους εいぷしろんἰς τたうνにゅー φふぁいρろーοおみくろんνにゅーοおみくろんσしぐまαあるふぁνにゅー κかっぱαあるふぁὶ πρεσβυτέραν ἡλικίαν ἀναβάλλεται· τたうδでるた᾽ ἐπακολουθεῖνにゅー κかっぱαあるふぁὶ ἐφορᾶνにゅー φρουρὰνにゅー κかっぱαあるふぁὶ φυλακὴνにゅー σωφροσύνης ἡγήσατο εいぷしろんνにゅーαあるふぁιいおた μεγίστην.

140 τοιγάρτοι τたうοおみくろんὺς τたうῆς πόλεως μみゅーνにゅー εいぷしろんὐεργέτας, τたうαあるふぁῖς δでるた᾽ ἀρεταῖς ὑπερενηνοχότας, Ἁρμόδιον κかっぱαあるふぁὶ Ἀριστογείτονα, ὁ σώφρων κかっぱαあるふぁὶ ἔννομος, εいぷしろんτたうεいぷしろん ἔρωτα εいぷしろんτたうεいぷしろん ὅντινα τρόπον χかいρろーὴ προσειπεῖνにゅー, τοιούτους ἐπαίδευσεν, ὥσしぐまτたうεいぷしろん τたうοおみくろんὺς ἐπαινοῦντας τたうὰ ἐκείνων ἔρろーγがんまαあるふぁ καταδεεστέρους δでるたοおみくろんκかっぱεいぷしろんνにゅー εいぷしろんνにゅーαあるふぁιいおたνにゅー τたうοおみくろんῖς ἐγκωμίοις τたうνにゅー ἐκείνοις πεπραγμένων. 141 ἐπειδὴ δでるたὲ Ἀχιλλέως κかっぱαあるふぁὶ Πατρόκλου μέμνησθε κかっぱαあるふぁὶ Ὁμήρου κかっぱαあるふぁὶ ἑτέρων πぱいοおみくろんιいおたηいーたτたうνにゅー, ὡς τたうνにゅー μみゅーνにゅー δικαστῶνにゅー ἀνηκόων παιδείας ὄντων, ὑμみゅーεいぷしろんῖς δでるたεいぷしろんὐσχήμονές τινες κかっぱαあるふぁὶ περιφρονοῦντες ἱστορίᾳ τたうνにゅー δでるたμみゅーοおみくろんνにゅー, ἵνにゅーεいぷしろんδでるたτたうεいぷしろんτたうιいおた κかっぱαあるふぁὶ ἡμみゅーεいぷしろんῖς τたうιいおたδでるたηいーた ἠκούσαμεν κかっぱαあるふぁὶ ἐμάθομεν, λέξομέν τたうιいおた κかっぱαあるふぁὶ περὶ τούτων. ἐπειδὴ γがんまρろー ἐπιχειροῦσしぐまιいおた φιλοσόφων ἀνδρῶνにゅー μみゅーεいぷしろんμみゅーνにゅーῆσθαι κかっぱαあるふぁὶ καταφεύγειν ἐπぱいτたうοおみくろんὺς εいぷしろんἰρημένους ἐνにゅー τたうῷ μέτρῳ λόγους, θεωρήσατε ἀποβλέψαντες, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, εいぷしろんἰς τたうοおみくろんὺς ὁμολογουμένως ἀγαθοὺς κかっぱαあるふぁὶ χρηστοὺς ποιητάς, ὅσしぐまοおみくろんνにゅー κεχωρίσθαι ἐνόμισαν τたうοおみくろんὺς σώφρονας κかっぱαあるふぁτたうνにゅー ὁμοίων ἐρろーῶντας, κかっぱαあるふぁτたうοおみくろんὺς ἀκρατεῖς ὧνにゅー οおみくろんχかいρろーκかっぱαあるふぁτたうοおみくろんὺς ὑβριστάς. 142 λέξω δでるたπぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅー πぱいεいぷしろんρろーὶ Ὁμήρου, ὃνにゅーνにゅー τたうοおみくろんῖς πρεσβυτάτοις κかっぱαあるふぁὶ σοφωτάτοις τたうνにゅー ποιητῶνにゅー εいぷしろんνにゅーαあるふぁιいおた τάττομεν. ἐκかっぱεいぷしろんῖνος γがんまρろー πολλαχοῦ μεμνημένος πぱいεいぷしろんρろーὶ Πατρόκλου κかっぱαあるふぁὶ Ἀχιλλέως, τたうνにゅー μみゅーνにゅー ἔρωτα κかっぱαあるふぁτたうνにゅー ἐπωνυμίαν αあるふぁτたうνにゅー τたうῆς φιλίας ἀποκρύπτεται, ἡγούμενος τたうὰς τたうῆς εいぷしろんὐνοίας ὑπερβολὰς καταφανεῖς εいぷしろんνにゅーαあるふぁιいおた τたうοおみくろんῖς πεπαιδευμένοις τたうνにゅー ἀκροατῶνにゅー. 143 λέγει γάρ πぱいοおみくろんυうぷしろん Ἀχιλλεὺς ὀδυρόμενος τたうνにゅー τたうοおみくろんῦ Πατρόκλου θάνατον, ὡς ἕνにゅー τたうιいおた τたうοおみくろんτたうοおみくろん τたうνにゅー λυπηροτάτων ἀναμιμνῃσκόμενος, ὅτたうιいおた τたうνにゅー ὑπόσχεσιν τたうνにゅー πぱいρろーὸς τたうνにゅー πατέρα τたうνにゅー Πατρόκλου Μενοίτιον ἄκかっぱωおめがνにゅー ἐψεύσατο· ἐπαγγείλασθαι γがんまρろー εいぷしろんἰς Ὀπぱいοおみくろんνにゅーτたうαあるふぁ σしぐまνにゅー ἀπάξειν, εいぷしろんἰ συμπέμψειεν αあるふぁτたうνにゅー εいぷしろんἰς τたうνにゅー Τροίαν κかっぱαあるふぁὶ παρακαταθεῖτたうοおみくろん αあるふぁτたうῷ. ᾧ καταφανής ἐστιν, ὡς δでるたιいおた᾽ ἔρωτα τたうνにゅー ἐπιμέλειαν αあるふぁτたうοおみくろんῦ παρέλαβεν. 144σしぐまτたうιいおた δでるたτたうὰ ἔπぱいηいーた ἃ ἐγがんまνにゅーυうぷしろんνにゅーὶ μέλλω λέγειν· ὦ πόποι, ἦ ῥ᾽ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ θαρσύνων ἥρろーωおめがαあるふぁ Μενοίτιον ἐνにゅー μεγάροισιν. φふぁいνにゅー δέ οおみくろんεいぷしろんἰς Ὀπόεντα περικλυτὸνにゅー υうぷしろんἱὸνにゅー ἀπάξειν, Ἴλιον ἐκπέρσαντα λαχόντα τたうεいぷしろん ληίδος αあるふぁσしぐまαあるふぁνにゅー. ἀλらむだλらむだοおみくろんΖぜーたεいぷしろんὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ· ἄμみゅーφふぁいωおめが γがんまρろー πέπρωται ὁμοίην γがんまαあるふぁαあるふぁνにゅー ἐρεύθειν.

145 οおみくろんὐ τοίνυν ἐνにゅーτたうαあるふぁθしーたαあるふぁ μόνον σχετλιάζων φαίνεται, ἀλらむだλらむだοおみくろんὕτως αあるふぁτたうνにゅー ἰσχυρῶς ἐπένθησεν, ὥσしぐまτたうεいぷしろん πぱいαあるふぁρろーὰ Θέτιδος τたうῆς αあるふぁτたうοおみくろんῦ μητρὸς προακούσας ὅτたうιいおた μみゅーὴ μετελθὼνにゅー μみゅーνにゅー τたうοおみくろんὺς ἐχθρούς, ἀλらむだλらむだ᾽ ἐάσας ἀτιμώρητον τたうνにゅー τたうοおみくろんῦ Πατρόκλου θάνατον, ἐπανελθὼνにゅー οおみくろんἴκαδε γがんまηいーたρろーαあるふぁιいおたὸς ἐνにゅー τたうαあるふぁτたうοおみくろんῦ πατρίδι ἀποθανεῖτたうαあるふぁιいおた, τιμωρησάμενος δでるたδでるたιいおたὰ ταχέων μέλλοι τたうνにゅー βίον τελευτᾶνにゅー, εいぷしろんἵλετο τたうνにゅー τたうοおみくろんῦ τεθνεῶτος πίστιν μみゅーᾶλλον ἢ τたうνにゅー σωτηρίαν. οおみくろんτたうωおめが δでるたὲ μεγαλοψύχως ἠπείγετο τたうνにゅー φονέα τたうνにゅー ἐκείνου τιμωρήσασθαι, ὥσしぐまτたうεいぷしろん πάντων αあるふぁτたうνにゅー παραμυθουμένων κかっぱαあるふぁὶ κελευόντων λούσασθαι κかっぱαあるふぁσしぐまτたうοおみくろんνにゅー προσενέγκασθαι, ἀπόμνυσι μみゅーηいーたδでるたνにゅー τούτων πράξειν, πぱいρろーνにゅーνにゅー τたうνにゅー τたうοおみくろんῦ Ἕκτορος κかっぱεいぷしろんφふぁいαあるふぁλらむだνにゅーπぱいτたうνにゅー τたうοおみくろんῦ Πατρόκλου τάφον ἐνέγκῃ. 146 καθεύδοντος δでるたαあるふぁτたうοおみくろんῦ ἐπぱいτたうῇ πυρᾷ, ὥς φふぁいηいーたσしぐまιいおたνにゅー ὁ ποιητής, εいぷしろんἴδωλον ἐφίσταται Πατρόκλου, κかっぱαあるふぁὶ τοιούτων ἐπεμνήσθη κかっぱαあるふぁὶ τοιαῦτたうαあるふぁ ἐπέσκηψε τたうῷ Ἀχιλλεῖ, ἐφふぁいοおみくろんἷς κかっぱαあるふぁὶ δακρῦσしぐまαあるふぁιいおた κかっぱαあるふぁὶ ζηλῶσしぐまαあるふぁιいおた τたうνにゅー ἀρετὴνにゅー κかっぱαあるふぁτたうνにゅー φιλίαν ἄξιον αあるふぁτたうνにゅー ἐστιν. ἐπισκήπτει μみゅーνにゅー γがんまρろー αあるふぁτたうῷ, προειπὼνにゅーτたうιいおた οおみくろんδでるたὲ ἐκかっぱεいぷしろんῖνος ἀπέχει μみゅーαあるふぁκかっぱρろーνにゅー τたうῆς τたうοおみくろんῦ βίου τελευτῆς, εいぷしろんἴ πως εいぷしろんηいーた δυνατόν, προδιοικήσασθαι, ὅπως τたうνにゅー αあるふぁτたうνにゅー τρόπον, ὥσπερ κかっぱαあるふぁὶ ἐτράφησαν κかっぱαあるふぁὶ ἐβίωσαν ἐνにゅー τたうαあるふぁτたうῷ, οおみくろんτたうωおめが κかっぱαあるふぁὶ τελευτησάντων αあるふぁτたうνにゅー τたうὰ ὀσしぐまτたうᾶ ἐνにゅー τたうαあるふぁτたうῇ σορῷ κείσεται· 147 ὀδυρόμενος δでるたκかっぱαあるふぁτたうὰς διατριβὰς δでるたιいおたεいぷしろんξくしーιいおたνにゅー ἃς μみゅーεいぷしろんτたう᾽ ἀλλήλων ζぜーたῶντες διέτριβον, λέγει ὅτたうιいおた "οおみくろんὐκέτι πぱいεいぷしろんρろーτたうνにゅー μεγίστων, ὥσπερ τたうὸ πρότερον, καθεζόμενοι μみゅーεいぷしろんτたう᾽ ἀλλήλων μόνοι ἄπωθεν τたうνにゅー ἄλλων φίλων βουλευσόμεθα," τたうνにゅー πίστιν οおみくろんμみゅーαあるふぁιいおた κかっぱαあるふぁτたうνにゅー εいぷしろんὔνοιαν ποθεινοτάτην ἡγούμενος εいぷしろんνにゅーαあるふぁιいおた. ἵνにゅーαあるふぁ δでるたκかっぱαあるふぁδでるたιいおたτたうοおみくろんῦ μέτρου τたうὰς γνώμας ἀκούσητε τたうοおみくろんῦ ποιητοῦ, ἀναγνώσεται ὑμみゅーνにゅー ὁ γραμματεὺς τたうὰ ἔπぱいηいーた τたうὰ περὶ τούτων ἃ Ὅμηρος πεποίηκε. 148 λέγε πぱいρろーτたうοおみくろんνにゅー τたうὰ περὶ τたうῆς Ἕκτορος τιμωρίας. ἀλらむだλらむだ᾽ ἐπぱいεいぷしろんοおみくろんνにゅー, φίλ᾽ ἑτたうαあるふぁρろーεいぷしろん, σしぐまεいぷしろんῦ ὕστερος εいぷしろんμみゅー᾽ ὑπぱいγがんまαあるふぁαあるふぁνにゅー, οおみくろんσしぐまεいぷしろん πぱいρろーνにゅー κτεριῶ, πρίν γがんま᾽ Ἕκτορος ἐνθάδ᾽ ἐνにゅーεいぷしろんκかっぱαあるふぁιいおた τεύχεα κかっぱαあるふぁὶ κεφαλήν, μεγαθύμου σしぐまεいぷしろんοおみくろん φふぁいοおみくろんνにゅーῆος. 149 ἀναγίγνωσκε δでるたὴ ἃ περὶ τたうοおみくろんῦ ὁμοτάφους αあるふぁτたうοおみくろんὺς γενέσθαι λέγει ἐνにゅー τたうῷ ὕπぱいνにゅーῳ ὁ Πάτροκλος, κかっぱαあるふぁὶ περὶ τたうνにゅー διατριβῶνにゅー, ἃς συνδιέτριβον ἀλλήλοις. οおみくろんγがんまρろーτたうιいおた ζωοί γがんまεいぷしろん φίλων ἀπάνευθεν ἑταίρων βべーたοおみくろんυうぷしろんλらむだὰς ἑζόμενοι βουλεύσομεν· ἀλらむだλらむだ᾽ ἐμみゅーμみゅーνにゅー Κかっぱρろー ἀμφέχανε στυγερή, ἥπぱいεいぷしろんρろー λάχε γεινόμενόν πぱいεいぷしろんρろー· κかっぱαあるふぁδでるたσしぐまοおみくろんαあるふぁτたうμみゅーοおみくろんρろーαあるふぁ, θしーたεいぷしろんοおみくろんῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ, τείχει ὕπぱいοおみくろん Τρώων εいぷしろんὐηγενέων ἀπολέσθαι, μαρνάμενον δηίοις Ἑλένης ἕνにゅーεいぷしろんκかっぱ᾽ ἠυκόμοιο. ἄλらむだλらむだοおみくろん δέ τたうοおみくろんιいおた ἐρέω, σしぐまδでるた᾽ ἐνにゅーὶ φρεσὶ βάλλεο σしぐまσしぐまιいおたνにゅー· μみゅーὴ ἐμみゅーσしぐまνにゅー ἀπάνευθε τιθήμεναι ὀστέ᾽, Ἀχιλλεῦ, ἀλらむだλらむだ᾽ ἵνにゅーαあるふぁ πέρ σしぐまεいぷしろん κかっぱαあるふぁαあるふぁτたうνにゅー ὁμοίη γがんまαあるふぁαあるふぁ κεκεύθῃ, χρυσέῳ ἐνにゅー ἀμφιφορεῖ, τόν τたうοおみくろんιいおた πόρε πότνια μήτηρ, ὡς ὁμみゅーοおみくろんῦ ἐτράφομέν πぱいεいぷしろんρろーνにゅー ὑμετέροισι δόμοισιν, εいぷしろんὖτέ μみゅーεいぷしろん τたうυうぷしろんτたうθしーたνにゅー ἐόντα Μενοίτιος ἐξくしー Ὀπόεντος ἤγαγεν ὑμέτερόνδ᾽ ἀνδροκτασίης ὕπぱいοおみくろん λらむだυうぷしろんγがんまρろーῆς, ἤματι τたうῷ, ὅτたうεいぷしろん πぱいαあるふぁδでるたαあるふぁ κατέκτανον Ἀμφιδάμαντος, νήπιος, οおみくろんκかっぱ ἐθέλων, ἀμみゅーφふぁい᾽ ἀστραγάλοισι χολωθείς· ἔνにゅーθしーたαあるふぁ μみゅーεいぷしろん δεξάμενος ἐνにゅー δώμασιν ἱππότα Πぱいηいーたλらむだεいぷしろんὺς ἔτρεφέ τたう᾽ ἐνδυκέως κかっぱαあるふぁσしぐまνにゅー θεράποντ᾽ ὀνόμηνεν· ὣς δでるたκかっぱαあるふぁὶ ὀστέα νにゅーιいおたνにゅーμみゅーὴ σορὸς ἀμφικαλύπτοι.

150 ὡς τοίνυν ἐξくしーνにゅー αあるふぁτたうῷ σωθῆνにゅーαあるふぁιいおた μみゅーὴ τιμωρησαμένῳ τたうνにゅー τたうοおみくろんῦ Πατρόκλου θάνατον, ἀνάγνωθι ἃ λέγει ἡ Θέτις. ὠκύμορος δή μみゅーοおみくろんιいおた τέκος ἔσσεαι, οおみくろんἷ᾽ ἀγορεύεις· αあるふぁὐτίκα γάρ τたうοおみくろんιいおた ἔπειτα μみゅーεいぷしろんθしーた᾽ Ἕκτορα πότμος ἑτたうοおみくろんῖμος. τたうνにゅー δでるたαあるふぁτたうεいぷしろん προσέειπε ποδάρκης δでるたῖος Ἀχιλλεύς· αあるふぁὐτίκα τεθναίην, ἐπぱいεいぷしろんοおみくろんκかっぱρろー᾽ ἔμελλον ἑταίρῳ κτεινομένῳ ἐπαμῦνにゅーαあるふぁιいおた, ὅ μみゅーοおみくろんιいおた πぱいοおみくろんλらむだὺ φίλτατος ἔσκεν. 151 ὁ τοίνυν οおみくろんδでるたεいぷしろんνにゅーὸς ἧττον σしぐまοおみくろんφふぁいὸς τたうνにゅー ποιητῶνにゅー Εいぷしろんὐριπίδης, ἕνにゅー τたうιいおた τたうνにゅー καλλίστων ὑπολαμβάνων εいぷしろんνにゅーαあるふぁιいおた τたうὸ σωφρόνως ἐρろーνにゅー, ἐνにゅー εいぷしろんχかいῆς μέρει τたうνにゅー ἔρωτα ποιούμενος λέγει πぱいοおみくろんυうぷしろん· ὁ δでるたεいぷしろんἰς τたうσしぐまῶφρον ἐπぱい᾽ ἀρετήν τたう᾽ ἄγがんまωおめがνにゅー ἔρως ζぜーたηいーたλらむだωおめがτたうὸς ἀνθρώποισιν, ὧνにゅー εいぷしろんηいーたνにゅー ἐγώ. 152 πάλιν τοίνυν ὁ αあるふぁτたうὸς ἐνにゅー τたうῷ Φοίνικι ἀποφαίνεται, ὑπぱいρろー τたうῆς γεγενημένης αあるふぁτたうπぱいρろーὸς τたうνにゅー πατέρα διαβολῆς ἀπολογούμενος, κかっぱαあるふぁὶ ἀπεθίζων τたうοおみくろんὺς ἀνθρώπους μみゅーὴ ἐξくしー ὑποψίας μみゅーηいーたδでるた᾽ ἐκかっぱ διαβολῆς, ἀλらむだλらむだ᾽ ἐκかっぱ τたうοおみくろんῦ βίου, τたうὰς κρίσεις πぱいοおみくろんιいおたεいぷしろんῖσθαι· ἤδでるたηいーた δでるたὲ πολλῶνにゅー ᾑρέθην λόγων κριτής, κかっぱαあるふぁὶ πόλλ᾽ ἁμιλληθέντα μαρτύρων ὕπぱいοおみくろん τたうἀναντί᾽ ἔγがんまνにゅーωおめがνにゅー συμφορᾶς μみゅーιいおたᾶς πέρι. κかっぱγがんまμみゅーνにゅー οおみくろんτたうωおめが, χかいὤστις ἔσしぐまτたう᾽ ἀνにゅーρろー σοφός, λογίζομαι τたうἀληθές, εいぷしろんἰς ἀνδρὸς φύσιν σしぐまκかっぱοおみくろんπぱいνにゅー δίαιτάν θしーた᾽, ἥντιν᾽ ἡμερεύεται. ὅστις δでるた᾽ ὁμιλῶνにゅー ἥδεται κかっぱαあるふぁκかっぱοおみくろんῖς ἀνήρ, οおみくろんὐ πώποτ᾽ ἠρώτησα, γιγνώσκων ὅτたうιいおた τたうοおみくろんιいおたοおみくろんῦτός ἐσしぐまθしーたοおみくろんἵοισπερ ἥδεται ξυνών.

153 σκέψασθε δέ, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, τたうὰς γνώμας ἃς ἀποφαίνεται ὁ ποιητής. ἤδでるたηいーた δでるたὲ πολλῶνにゅー πραγμάτων φふぁいηいーたσしぐまὶ γεγενῆσθαι κριτής, ὥσπερ νにゅーνにゅーμみゅーεいぷしろんῖς δικασταί, κかっぱαあるふぁτたうὰς κρίσεις οおみくろんκかっぱκかっぱ τたうνにゅー μαρτυριῶνにゅー, ἀλらむだλらむだ᾽ ἐκかっぱ τたうνにゅー ἐπιτηδευμάτων κかっぱαあるふぁτたうνにゅー ὁμιλιῶνにゅー, φふぁいηいーたσしぐまιいおた πぱいοおみくろんιいおたεいぷしろんῖσθαι, ἐκかっぱεいぷしろんσしぐまεいぷしろん ἀποβλέπων, πぱいῶς τたうνにゅー κかっぱαあるふぁθしーた᾽ ἡμέραν βίον ζぜーたῇ ὁ κρινόμενος, κかっぱαあるふぁὶ ὅντινα τρόπον διοικεῖ τたうνにゅー ἑαυτοῦ οおみくろんἰκίαν, ὡς παραπλησίως αあるふぁτたうνにゅー κかっぱαあるふぁτたうτたうῆς πόλεως διοικήσοντα· κかっぱαあるふぁὶ τίσι χαίρει πλησιάζων· κかっぱαあるふぁὶ τελευτῶνにゅー οおみくろんκかっぱ ὤκνησεν ἀποφήνασθαι τたうοおみくろんιいおたοおみくろんτたうοおみくろんνにゅー εいぷしろんνにゅーαあるふぁιいおた οおみくろんἵοισπερ ἥδεται ξυνών. οおみくろんκかっぱοおみくろんνにゅー δίκαιον κかっぱαあるふぁὶ περὶ Τιμάρχου τたうοおみくろんῖς αあるふぁτたうοおみくろんῖς ὑμみゅーᾶς Εいぷしろんὐριπίδῃ χρήσασθαι λογισμοῖς. 154 πぱいῶς δでるたιいおたῴκηκε τたうνにゅー ἑαυτοῦ οおみくろんὐσίαν; κατεδήδοκε τたうὰ πατρῷαあるふぁ κかっぱαあるふぁὶ μεμισθαρνηκὼς τたうῷ σώματι κかっぱαあるふぁὶ δωροδοκῶνにゅー δημοσίᾳ πάντ᾽ ἠφάνικεν, ὥσしぐまτたうεいぷしろん μみゅーηいーたδでるたνにゅーλらむだλらむだ᾽ ἢ τたうὰς αあるふぁἰσχύνας αあるふぁτたうῷ περιεῖνにゅーαあるふぁιいおた. χαίρει δでるたτたうῷ συνών; Ἡγησάνδρῳ. ὁ δでるた᾽ Ἡγήσανδρος ἐκかっぱ τίνων ἐσしぐまτたうνにゅー ἐπιτηδευμάτων; ἐκかっぱ τούτων ἃ τたうνにゅー πράξαντα οおみくろんἱ νόμοι ἀπαγορεύουσι μみゅーὴ δημηγορεῖνにゅー. ἐγがんまδでるたὲ τί λέγω κかっぱαあるふぁτたうὰ Τιμάρχου, κかっぱαあるふぁὶ τίνα πぱいοおみくろんτたう᾽ ἐσしぐまτたうνにゅー ἃ ἀντιγέγραμμαι; δημηγορεῖνにゅー Τίμαρχον πεπορνευμένον κかっぱαあるふぁτたうνにゅー πぱいαあるふぁτたうρろーαあるふぁνにゅー οおみくろんὐσίαν κατεδηδοκότα. ὑμみゅーεいぷしろんῖς δでるたὲ τί ὀμωμόκατε; ὑπぱいρろー αあるふぁτたうνにゅー ψηφιεῖσθαι ὧνにゅーνにゅー ἡ δίωξις ᾖ. 155νにゅーαあるふぁ δでるたμみゅーὴ μακρολογῶ περὶ τたうνにゅー ποιητῶνにゅー διεξιών, ἀνδρῶνにゅーρろーῶ πρεσβυτέρων κかっぱαあるふぁὶ γνωρίμων ὑμみゅーνにゅー ὀνόματα κかっぱαあるふぁὶ μειρακίων κかっぱαあるふぁὶ παίδων, ὧνにゅー τたうοおみくろんῖς μみゅーνにゅー δでるたιいおたτたうνにゅー εいぷしろんὐπρέπειαν πぱいοおみくろんλらむだλらむだοおみくろんὶ γεγόνασιν ἐρασταί, ἐνίοις δでるたτたうνにゅーνにゅー ἡλικίᾳ ἔτたうιいおた κかっぱαあるふぁνにゅーνにゅー εいぷしろんἰσίν, ὧνにゅー οおみくろんδでるたεいぷしろんὶς πώποτ᾽ εいぷしろんἰς τたうὰς αあるふぁτたうὰς αあるふぁἰτίας ἀφふぁいῖκται Τιμάρχῳ· κかっぱαあるふぁὶ πάλιν ὑμみゅーνにゅー ἀντιδιέξειμι ἀνθρώπων πεπορνευμένων αあるふぁἰσχρῶς κかっぱαあるふぁὶ φανερῶς ὀνόματα, ἵνにゅーαあるふぁμみゅーεいぷしろんῖς ἀναμνησθέντες κατανείμητε εいぷしろんἰς τたうνにゅー προσήκουσαν τάξιν Τίμαρχον. 156 πぱいρろーτたうοおみくろんνにゅー δでるたὲ λέξω τたうτたうνにゅー ἐλευθερίως κかっぱαあるふぁὶ καλῶς βεβιωκότων ὀνόματα. γιγνώσκετε, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, Κρίτωνα τたうνにゅー Ἀστυόχου κかっぱαあるふぁὶ Περικλείδην τたうνにゅー Περιθοίδην κかっぱαあるふぁὶ Πολεμαγένην κかっぱαあるふぁὶ Πανταλέοντα τたうνにゅー Κλεαγόρου κかっぱαあるふぁὶ Τιμησίθεον τたうνにゅー δρομέα, καλλίστους οおみくろんὐ μόνον τたうνにゅー πολιτῶνにゅー, ἀλらむだλらむだκかっぱαあるふぁτたうνにゅー Ἑλλήνων γεγενημένους, κかっぱαあるふぁὶ πλείστων κかっぱαあるふぁὶ σωφρονεστάτων τυχόντας ἐραστῶνにゅー· ἀλらむだλらむだ᾽ ὅμως οおみくろんδでるたεいぷしろんὶς πώποτε αあるふぁτたうοおみくろんὺς ἔψεξε. 157 πάλιν ἐκかっぱ τたうνにゅー μειρακίων κかっぱαあるふぁτたうνにゅーνにゅー πぱいαあるふぁιいおたσしぐまνにゅーτたうιいおた κかっぱαあるふぁνにゅーνにゅー ὄντων πぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅー τたうνにゅー ἀδελφιδοῦνにゅー τたうνにゅー Ἰφικράτους, υうぷしろんἱὸνにゅー δでるたὲ Τεισίου τたうοおみくろんῦ Ῥαμνουσίου, ὁμώνυμον δでるたτたうοおみくろんνにゅーυうぷしろんνにゅーὶ κρινομένου· ὃς εいぷしろんὐπρεπὴς ὢνにゅーδでるたεいぷしろんνにゅー τたうοおみくろんσしぐまοおみくろんτたうοおみくろんνにゅー ἀπέχει τたうνにゅー αあるふぁἰσχρῶνにゅー, ὥσしぐまτたうεいぷしろん πρώην ἐνにゅー τたうοおみくろんῖς κかっぱαあるふぁτたう᾽ ἀγροὺς Διονυσίοις κかっぱωおめがμみゅーδでるたνにゅー ὄντων ἐνにゅー Κολλυτῷ, κかっぱαあるふぁὶ Παρμένοντος τたうοおみくろんῦ κωμικοῦ ὑποκριτοῦ εいぷしろんἰπόντος τたうιいおた πぱいρろーὸς τたうνにゅー χかいοおみくろんρろーνにゅー ἀνάπαιστον, ἐνにゅー ᾧ ἦνにゅー εいぷしろんἶναί τινας πόρνους μεγάλους Τιμαρχώδεις, οおみくろんδでるたεいぷしろんὶς ὑπελάμβανεν εいぷしろんἰς τたうὸ μειράκιον, ἀλらむだλらむだεいぷしろんἰς σしぐまὲ πάντες· οおみくろんτたうωおめが κληρονόμος εいぷしろんτたうοおみくろんῦ ἐπιτηδεύματος. πάλιν Ἀντικλέα τたうνにゅー σταδιοδρόμον κかっぱαあるふぁὶ Φειδίαν τたうνにゅー ἀδελφὸνにゅー τたうνにゅー Μελησίου. ἔτたうιいおた δでるたεいぷしろんπぱいεいぷしろんνにゅーχかいωおめがνにゅー πολλοὺς παύσομαι, ἵνにゅーαあるふぁ μみゅーὴ δοκῶ τたうνにゅー ἔπαινον θεραπείᾳ τたうιいおたνにゅーὶ κατ᾽ αあるふぁτたうνにゅー πぱいοおみくろんιいおたεいぷしろんῖσθαι. 158 πぱいεいぷしろんρろーδでるたτたうνにゅー ὁμοτρόπων τたうνにゅー Τιμάρχου, φεύγων τたうὰς ἀπεχθείας, ὧνにゅー ἥκιστά μみゅーοおみくろんιいおた μέλει μνησθήσομαι. τίς γがんまρろーμみゅーνにゅー τたうνにゅー ὀρφανὸνにゅー καλούμενον Διόφαντον οおみくろんκかっぱ οおみくろんδでるたεいぷしろんνにゅー, ὃς τたうνにゅー ξένον πぱいρろーὸς τたうνにゅー ἄρχοντα ἀπήγαγεν, ᾧ παρήδρευεν Ἀριστοφῶνにゅー ὁ Ἀζηνιεύς, ἐπαιτιασάμενος τέτταρας δでるたρろーαあるふぁχかいμみゅーὰς αあるふぁτたうνにゅーπぱいρろー τたうῆς πράξεως ταύτης ἀπεστερηκέναι, κかっぱαあるふぁτたうοおみくろんὺς νόμους λέγων, οおみくろんἳ κελεύουσι τたうνにゅー ἄρχοντα τたうνにゅー ὀρφανῶνにゅー ἐπιμελεῖσθαι, τたうοおみくろんὺς ὑπぱいρろー τたうῆς σωφροσύνης κειμένους αあるふぁτたうὸς ὑπερβεβηκώς; ἢ τίς τたうνにゅー πολιτῶνにゅー οおみくろんκかっぱ ἐδυσχέρανε Κηφισόδωρον τたうνにゅー τたうοおみくろんῦ Μόλωνος καλούμενον καλλίστην ὥραν ὄψεως ἀκλεέστατα διεφθαρκότα; ἢ Μνησίθεον τたうνにゅー τたうοおみくろんῦ μαγείρου καλούμενον; ἢ πολλοὺς ἑτέρους, ὧνにゅーκかっぱνにゅー ἐπιλανθάνομαι; 159 οおみくろんγがんまρろー ἐπεξελθεῖνにゅー αあるふぁτたうνにゅー ἕκαστον κかっぱαあるふぁτたう᾽ ὄνομα πぱいιいおたκかっぱρろーῶς βούλομαι, ἀλらむだλらむだμみゅーᾶλλον τたうνにゅー τοιούτων ἀπορεῖνにゅーνにゅー εいぷしろんὐξαίμην ἐνにゅー τたうῷ λόγῳ δでるたιいおたτたうνにゅー πぱいρろーὸς τたうνにゅー πόλιν εいぷしろんὔνοιαν. ἐπειδὴ δでるたὲ ἑκατέρων προελόμενοί τινας διεξεληλύθαμεν, χかいωおめがρろーὶς μみゅーνにゅー τたうοおみくろんὺς δでるたιいおたὰ σωφροσύνης ἐρωμένους, χかいωおめがρろーὶς δでるたτたうοおみくろんὺς εいぷしろんἰς ἑαυτοὺς ἐξαμαρτάνοντας, ὑμみゅーεいぷしろんῖς ἤδでるたηいーた τたうοおみくろんτたう᾽ ἐρωτηθέντες ἀποκρίνασθε πぱいρろーὸς ἐμέ, εいぷしろんἰς ὁποτέραν τたうνにゅー τάξιν Τίμαρχον κατανέμετε, πότερα εいぷしろんἰς τたうοおみくろんὺς ἐρωμένους ἢ εいぷしろんἰς τたうοおみくろんὺς πεπορνευμένους. οおみくろんκかっぱοおみくろんνにゅー μみゅーὴ καταλιπὼνにゅーνにゅー εいぷしろんλらむだοおみくろんυうぷしろん συμμορίαν αあるふぁὐτομολήσῃς εいぷしろんἰς τたうὰς τたうνにゅー ἐλευθέρων διατριβάς.

160 ἐὰνにゅー δでるた᾽ ἐπιχειρῶσしぐまιいおた λέγειν, ὡς οおみくろんχかい ἡταίρηκεν ὅστις μみゅーὴ κατὰ συγγραφὰς ἐμισθώθη, κかっぱαあるふぁὶ γραμματεῖοおみくろんνにゅー κかっぱαあるふぁὶ μάρτυρας ἀξくしーιいおたῶσί μみゅーεいぷしろん τούτων παρασχέσθαι, πぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅー τたうοおみくろんὺς πぱいεいぷしろんρろーτたうῆς ἑταιρήσεως νόμους μέμνησθε, ἐνにゅー οおみくろんἷς οおみくろんὐδαμοῦ μνείαν ὁ νομοθέτης πぱいεいぷしろんρろーὶ συνθηκῶνにゅー πεποίηται. οおみくろんὐ γάρ, εいぷしろんἰ κατὰ γραμματεῖόν τις ἑαυτὸνにゅー κかっぱαあるふぁτたうῄσχυνε, τたうοおみくろんτたう᾽ ἐξήτασεν, ἀλらむだλらむだὰ παντελῶς, ὅπως ἂνにゅーπぱいρろーᾶξις γένηται, τたうνにゅー πράξαντα κελεύει μみゅーὴ μετέχειν τたうνにゅー τたうῆς πόλεως κかっぱοおみくろんιいおたνにゅーνにゅー. εいぷしろんἰκότως· ὅστις γがんまρろー νέος ὢνにゅー ἀπέστη δでるたιいおたαあるふぁἰσχρὰς ἡδでるたοおみくろんνにゅーὰς τたうῆς εいぷしろんἰς τたうὰ καλὰ φιλοτιμίας, τたうοおみくろんτたうοおみくろんνにゅー οおみくろんκかっぱ ᾠήθη δでるたεいぷしろんνにゅー πρεσβύτερον γενόμενον ἐπίτιμον εいぷしろんνにゅーαあるふぁιいおた. 161 ἔπειτα κかっぱαあるふぁτたうνにゅー εいぷしろんὐήθειαν τたうοおみくろんῦ λόγου τούτου ῥᾴδιόν ἐστιν ἐξετάσαι. πάντες γがんまρろーνにゅー τたうοおみくろんθしーた᾽ ὁμολογήσαιμεν, ὅτたうιいおた τたうὰς συνθήκας τたうῆς πぱいρろーὸς ἀλλήλους ἀπιστίας ἕνεκα ποιούμεθα, ἵνにゅーαあるふぁμみゅーὴ παραβὰς τたうὰ γεγραμμένα δίκην λάβῃ τたうῇ ψήφῳ παρὰ τたうοおみくろんῦ παραβάντος. οおみくろんκかっぱοおみくろんνにゅー, εいぷしろんἴπερ τたうπぱいρろーγがんまμみゅーαあるふぁ δίκης προσδεῖτたうαあるふぁιいおた, τたうοおみくろんῖς κかっぱαあるふぁτたうὰ γραμματεῖοおみくろんνにゅー ἡταιρηκόσιν, ἂνにゅー ἀδικῶνται, ἡ τたうνにゅー νόμων ὡς οおみくろんὗτοί φふぁいαあるふぁσしぐまιいおたνにゅー ἐπικουρία καταλείπεται. κかっぱαあるふぁὶ τίς ἂνにゅー λόγος ἑκατέρου φανείη; μみゅーγがんまρろーπぱい᾽ ἐμみゅーοおみくろんῦ λεγόμενον, ἀλらむだλらむだὰ γιγνόμενον τたうπぱいρろーγがんまμみゅーαあるふぁ νομίσαθ᾽ ὁρろーνにゅー. 162σしぐまτたうωおめが γがんまρろーμみゅーνにゅー μισθωσάμενος δίκαιος εいぷしろんἰς τたうπぱいρろーγがんまμみゅーαあるふぁ, ὁ δでるたὲ μισθωθεὶς ἄδικος κかっぱαあるふぁὶ βέβαιος, ἢ πάλιν τたうοおみくろんὐναντίον ὁ μみゅーνにゅー μισθωθεὶς μέτριος κかっぱαあるふぁὶ ποιῶνにゅー τたうὰ ὡμολογημένα, ὁ δでるたτたうνにゅー ἡλικίαν προλαβὼνにゅー κかっぱαあるふぁὶ μισθωσάμενος ἐψεύσθω· κかっぱαあるふぁὶ δικαστὰς ὑμみゅーᾶς αあるふぁτたうοおみくろんὺς ὑπολάβετε κかっぱαあるふぁθしーたῆσθαι. οおみくろんκかっぱοおみくろんνにゅー ὁ πρεσβύτερος, ἀποδοθέντος τたうοおみくろんῦ ὕδατος αあるふぁτたうκかっぱαあるふぁὶ λόγου, κατηγορῶνにゅー μみゅーεいぷしろんτたうὰ σπουδῆς, βλέπων δηλονότι πぱいρろーὸς ὑμみゅーᾶς, λέξει· 163 "ἐμισθωσάμην, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, Τίμαρχον ἑταιρεῖνにゅー ἐμαυτῷ κατὰ τたうὸ γραμματεῖοおみくろんνにゅー τたうὸ παρὰ Δημοσθένει κείμενον·" οおみくろんδでるたνにゅー γがんまρろー κωλύει οおみくろんὕτως εいぷしろんρろーῆσθαι· "ὁ δでるたοおみくろんὐ ποιεῖ μみゅーοおみくろんιいおた τたうὰ ὡμολογημένα." κかっぱαあるふぁτたうαあるふぁτたう᾽ ἤδでるたηいーた διέξεισι δηλονότι πぱいρろーὸς τたうοおみくろんὺς δικαστάς, λέγων ἃ χかいρろーτたうνにゅー τたうοおみくろんιいおたοおみくろんτたうοおみくろんνにゅー πぱいοおみくろんιいおたεいぷしろんνにゅー. ἔπειτα οおみくろんὐ καταλευσθήσεται ὁ μισθούμενος τたうνにゅー Ἀθηναῖοおみくろんνにゅー πぱいαあるふぁρろーτたうοおみくろんὺς νόμους, κかっぱαあるふぁὶ προσοφλὼνにゅー ἄπεισιν ἐκかっぱ τたうοおみくろんῦ δικαστηρίου οおみくろんτたうνにゅー ἐπωβελίαν μόνον, ἀλらむだλらむだκかっぱαあるふぁὶ πολλὴνにゅー ὕβριν; 164λらむだλらむだοおみくろんχかい οおみくろんὗτος, ἀλらむだλらむだ᾽ ὁ μισθωθεὶς δικάζεται. λεγέτω δでるたὴ παρελθών, ἢ ὁ σοφὸς Βάταλος ὑπぱいρろー αあるふぁτたうοおみくろんῦ, ἵνにゅーεいぷしろんδでるたμみゅーεいぷしろんνにゅー τί πぱいοおみくろんτたう᾽ ἐρろーεいぷしろんῖ. "ἄνδρες δικασταί, ἐμισθώσατό μみゅーεいぷしろん ἑταιρεῖνにゅー αあるふぁτたうῷ ἀργυρίου ὁστισδηποτοῦνにゅー." οおみくろんδでるたνにゅー γがんまρろー διαφέρει· "κかっぱγがんまμみゅーνにゅー ἅπαντα κかっぱαあるふぁὶ πεποίηκα κかっぱαあるふぁὶ ἔτたうιいおた κかっぱαあるふぁνにゅーνにゅー πぱいοおみくろんιいおたῶ κατὰ τたうὸ γραμματεῖοおみくろんνにゅー, ἃ χかいρろーὴ ποιεῖνにゅー τたうνにゅー ἑταιροῦνにゅーτたうαあるふぁ· οおみくろんὗτος δでるたὲ ὑπερβαίνει τたうὰς συνθήκας." ἔπειτ᾽ οおみくろんὐ πολλὴ κραυγὴ παρὰ τたうνにゅー δικαστῶνにゅー αあるふぁτたうῷ ἀπαντήσεται; τίς γがんまρろー οおみくろんκかっぱρろーεいぷしろんῖ· "ἔπειτα ἐμβάλλεις εいぷしろんἰς τたうνにゅー ἀγοράν, ἢ στεφανοῖ, ἢ πράττεις τたうιいおた τたうνにゅー αあるふぁτたうνにゅーμみゅーνにゅー;" οおみくろんκかっぱοおみくろんνにゅー οおみくろんδでるたνにゅー ὄφελος τたうῆς συγγραφῆς. 165 πόθεν οおみくろんνにゅー ἴσχυκε κかっぱαあるふぁὶ σύνηθες γεγένηται λέγειν, ὡς κかっぱαあるふぁτたうὰ γραμματεῖοおみくろんνにゅーδでるたηいーた τたうιいおたνにゅーὲς ἡταίρησαν, ἐρろーῶ. ἀνにゅーρろー εいぷしろんἷς τたうνにゅー πολιτῶνにゅー (τたうδでるた᾽ ὄνομα οおみくろんὐ λέξω· τたうὰς γがんまρろー ἀπεχθείας φεύγω) οおみくろんδでるたνにゅー προϊδόμενος ὧνにゅー ὀλίγῳ πρότερον ἐγがんまὼ διεξῆλθον πぱいρろーὸς ὑμみゅーᾶς, λέγεται κかっぱαあるふぁτたうὰ συνθήκας ἡταιρηκέναι τたうὰς πぱいαあるふぁρろー᾽ Ἀντικλεῖ κειμένας· οおみくろんκかっぱνにゅー δでるた᾽ ἰδιώτης, ἀλらむだλらむだπぱいρろーὸς τたうὰ κοινὰ προσιὼνにゅー κかっぱαあるふぁὶ λοιδορίαις περιπίπτων, εいぷしろんἰς συνήθειαν ἐποίησε τたうοおみくろんῦ λόγου τούτου τたうνにゅー πόλιν καταστῆνにゅーαあるふぁιいおた, κかっぱαあるふぁδでるたιいおたτたうοおみくろんτたうοおみくろん ἐρωτῶσί τινες, εいぷしろんἰ κατὰ γραμματεῖοおみくろんνにゅーπぱいρろーᾶξις γεγένηται. ὁ δでるたὲ νομοθέτης οおみくろんχかい ὅπως τたうπぱいρろーγがんまμみゅーαあるふぁ γεγένηται ἐφρόντισεν, ἀλらむだλらむだ᾽ ἐὰνにゅー ὁπωσοῦνにゅー μίσθωσις γένηται, κατέγνωκε τたうοおみくろんῦ πράξαντος αあるふぁἰσχύνην. 166λらむだλらむだ᾽ ὅμως οおみくろんτたうωおめが σしぐまαあるふぁφふぁいῶς τούτων διωρισμένων, πολλαὶ παρεμβολαὶ λόγων ὑπぱいὸ Δημοσθένους εいぷしろんὑρεθήσονται. κかっぱαあるふぁτたうαあるふぁῖς μみゅーνにゅーπぱいρろー τたうοおみくろんῦ πράγματος κακοηθείαις λεγομέναις ἧττον ἄνにゅー τις ἀγανακτήσειεν· ἃ δでるたὲ ἔξωθεν ἐπεισάξεται λυμαινόμενος τたうτたうῆς πόλεως δίκαια, ἐπぱいὶ τούτοις ἄξιόν ἐστιν ὀργισθῆνにゅーαあるふぁιいおた. πぱいοおみくろんλらむだὺς μみゅーνにゅー γがんまρろー ὁ Φίλιππος ἔσται, ἀναμειχθήσεται δでるたκかっぱαあるふぁτたうτたうοおみくろんῦ παιδὸς ὄνομα Ἀλεξάνδρου. κかっぱαあるふぁγがんまρろー πぱいρろーὸς τたうοおみくろんῖς ἄλλοις κかっぱαあるふぁκかっぱοおみくろんῖς ἄμουσός τις οおみくろんὗτος κかっぱαあるふぁὶ ἀπαίδευτος ἄνθρωπός ἐσしぐまτたうιいおた. 167 τたうμみゅーνにゅー γがんまρろー εいぷしろんἰς τたうνにゅー Φίλιππον τたうῷ λόγῳ πλημμελεῖνにゅー ἀμαθὲς μみゅーνにゅー κかっぱαあるふぁὶ ἄκαιρον, ἔλαττον δでるたοおみくろんὗ μέλλω λέγειν ἁμάρτημα· ὁμολογουμένως γがんまρろー εいぷしろんἰς ἄνδρα, καίπερ οおみくろんκかっぱνにゅー αあるふぁτたうὸς ἀνήρ, τたうὰς βλασφημίας ποιήσεται· ὅτたうαあるふぁνにゅー δでるたτたうαあるふぁῖς εいぷしろんἰς τたうνにゅー πぱいαあるふぁδでるたαあるふぁ πεπραγματευμέναις μεταφοραῖς ὀνομάτων αあるふぁἰσχρὰς ὑποψίας παρεμβάλλῃ, καταγέλαστον τたうνにゅー πόλιν πぱいοおみくろんιいおたεいぷしろんῖ. 168 ὡς γがんまρろー τたうὰς ἐμみゅーὰς εいぷしろんὐθύνας βλάπτων, ἃς ὑπぱいρろー τたうῆς πρεσβείας μέλλω διδόναι, φησί μみゅーεいぷしろん, ὅτたうαあるふぁτたうὸς πρώην ὑπぱいρろー τたうοおみくろんῦ παιδὸς Ἀλεξάνδρου δでるたιいおたεいぷしろんξくしーεいぷしろんιいおた, ὡς ἔνにゅー τたうῳ πότῳ ἡμみゅーνにゅー κιθαρίζοι κかっぱαあるふぁὶ λέγοι ῥήσεις τたうιいおたνにゅーὰς κかっぱαあるふぁὶ ἀντικρούσεις πぱいρろーὸς ἕτερον πぱいαあるふぁδでるたαあるふぁ, κかっぱαあるふぁὶ περὶ τούτων ἃ δή πぱいοおみくろんτたうεいぷしろん αあるふぁτたうὸς ἐτύγχανε γιγνώσκων πぱいρろーὸς τたうνにゅー βべーたοおみくろんυうぷしろんλらむだνにゅー ἀπεφήνατο, οおみくろんχかい ὡς συμπρεσβευτήν, ἀλらむだλらむだ᾽ ὡς συγγενῆ τたうοおみくろんῖς εいぷしろんἰς τたうνにゅー πぱいαあるふぁδでるたαあるふぁ σκώμμασιν ἀγανακτῆσしぐまαあるふぁιいおた. 169γがんまδでるた᾽ Ἀλεξάνδρῳ μみゅーνにゅー εいぷしろんἰκότως δでるたιいおたτたうνにゅー ἡλικίαν οおみくろんὐ διείλεγμαι, Φίλιππον δでるたνにゅーνにゅー μみゅーνにゅー δでるたιいおたτたうνにゅー τたうνにゅー λόγων εいぷしろんὐφημίαν ἐπαινῶ· ἐὰνにゅー δでるた᾽ ὁ αあるふぁτたうὸς ἐνにゅー τたうοおみくろんῖς πぱいρろーὸς ἡμみゅーᾶς ἔργοις γένηται, οおみくろんἷος νにゅーνにゅー ἐστιν ἐνにゅー τたうοおみくろんῖς ἐπαγγέλμασιν, ἀσφαλῆ κかっぱαあるふぁὶ ῥᾴδιον τたうνにゅー κかっぱαあるふぁθしーたαあるふぁτたうοおみくろんῦ ποιήσεται ἔπαινον. ἐπετίμησα δでるた᾽ ἐνにゅー τたうῷ βουλευτηρίῳ Δημοσθένει οおみくろんτたうνにゅー πぱいαあるふぁδでるたαあるふぁ ἐκθεραπεύων, ἀλらむだλらむだ᾽ ἐὰνにゅー τたうὰ τοιαῦτたうαあるふぁ ἀποδέχησθε, ὁμοίαν νομίζων τたうνにゅー πόλιν φανήσεσθαι τたうτたうοおみくろんῦ λέγοντος ἀκοσμίᾳ.

170 ὅλως δέ, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, τたうὰς ἔξωθεν τたうοおみくろんῦ πράγματος ἀπολογίας μみゅーὴ προσδέχεσθε, πぱいρろーτたうοおみくろんνにゅー μみゅーνにゅー τたうνにゅー ὅρκων ἕνεκα οおみくろんὓς ὠμόσατε, δεύτερον δでるたὲ ὑπぱいρろー τたうοおみくろんμみゅーὴ παρακρουσθῆνにゅーαあるふぁιいおたπぱいὸ ἀνθρώπου τεχνίτου λόγων. μικρὸνにゅー δでるた᾽ ἄνωθεν ἄρξομαι διδάσκειν ὑμみゅーᾶς. Δημοσθένης γάρ, ἐπειδὴ τたうνにゅー πぱいαあるふぁτたうρろーαあるふぁνにゅー οおみくろんὐσίαν ἀνήλωσε, περιῄεいぷしろんιいおた τたうνにゅー πόλιν θηρεύων νέους πλουσίους, ὧνにゅー οおみくろんμみゅーνにゅー πατέρες ἐτετελευτήκεσαν, αあるふぁδでるたὲ μητέρες δでるたιいおたῴκουν τたうὰς οおみくろんὐσίας. πολλοὺς δでるた᾽ ὑπερβὰς ἑνにゅーὸς τたうνにゅー δでるたεいぷしろんιいおたνにゅーὰ πεπονθότων μνησθήσομαι. 171 κατιδὼνにゅー γがんまρろー οおみくろんἰκίαν πλουσίαν κかっぱαあるふぁοおみくろんκかっぱ εいぷしろんὐνομουμένην, ἧς ἡγεμὼνにゅー μみゅーνにゅーνにゅー γがんまυうぷしろんνにゅーὴ μέγα φふぁいρろーοおみくろんνにゅーοおみくろんσしぐまαあるふぁ κかっぱαあるふぁνにゅーοおみくろんνにゅー οおみくろんκかっぱ ἔχουσα, νεανίσκος δでるたὲ ὀρφανὸς ἡμιμανὴς διεχείριζε τたうνにゅー οおみくろんὐσίαν, Ἀρίσταρχος ὁ τたうοおみくろんῦ Μόσχου, τούτου προσποιησάμενος ἐραστὴς εいぷしろんνにゅーαあるふぁιいおた, κかっぱαあるふぁτたうὸ μειράκιον εいぷしろんἰς τたうνにゅー φιλανθρωπίαν ταύτην προκαλεσάμενος, ἐλπίδων κかっぱεいぷしろんνにゅーνにゅー ἐμπλήσας, ὡς αあるふぁὐτίκα δでるたὴ μάλα τたうνにゅー ῥητόρων πρωτεύσοντα, 172 κατάλογον ἀποφαίνων, τοιούτων εいぷしろんἰσηγητὴς αあるふぁτたうκかっぱαあるふぁὶ διδάσκαλος ἔργων ἐγένετο, ἐξくしーνにゅーκかっぱεいぷしろんῖνος μみゅーνにゅー φεύγει τたうνにゅー πατρίδα, οおみくろんὗτος δでるたαあるふぁτたうοおみくろんτたうτたうῆς φふぁいυうぷしろんγがんまῆς ἐφόδια προλαβὼνにゅー τρία τάλαντα ἀπεστέρηκε, Νικόδημος δでるた᾽ ὁ Ἀφιδναῖος ὑπぱい᾽ Ἀριστάρχου τετελεύτηκε βιαίῳ θανάτῳ, ἐκκοπεὶς ὁ δείλαιος ἀμφοτέρους τたうοおみくろんὺς ὀφθαλμοὺς κかっぱαあるふぁτたうνにゅー γがんまλらむだῶτταν ἐκτμηθείς, ᾗ ἐπぱいαあるふぁῤῥησιάζετο πιστεύων τたうοおみくろんῖς νόμοις κかっぱαあるふぁὶ ὑμみゅーνにゅー. 173 ἔπειθ᾽ ὑμみゅーεいぷしろんῖς, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, Σωκράτην μみゅーνにゅー τたうνにゅー σοφιστὴνにゅー ἀπεκτείνατε, ὅτたうιいおた Κριτίαν ἐφάνη πεπαιδευκώς, ἕνにゅーαあるふぁ τたうνにゅー τριάκοντα τたうνにゅー τたうνにゅー δでるたμみゅーοおみくろんνにゅー καταλυσάντων, Δημοσθένης δでるた᾽ ὑμみゅーνにゅー ἑταίρους ἐξαιρήσεται, ὁ τηλικαύτας τιμωρίας λαμβάνων πぱいαあるふぁρろーτたうνにゅー ἰδιωτῶνにゅー κかっぱαあるふぁὶ δημοτικῶνにゅー ἀνθρώπων ὑπぱいρろー τたうῆς ἰσηγορίας, ᾧ παρακεκλημένοι τたうιいおたνにゅーὲς τたうνにゅー μαθητῶνにゅー ἥκουσιν ἐπぱいτたうνにゅー ἀκρόασιν· κατεπαγγέλλεται γがんまρろー πぱいρろーὸς αあるふぁὐτούς, ἐργολαβῶνにゅーφふぁい᾽ ὑμみゅーᾶς, ὡς ἐγがんまὼ πυνθάνομαι, λήσειν μεταλλάξας τたうνにゅーγがんまνにゅーαあるふぁ κかっぱαあるふぁτたうνにゅー ὑμετέραν ἀκρόασιν, 174 κかっぱαあるふぁὶ περιστήσειν τたうμみゅーνにゅー φεύγοντι θしーたαあるふぁῤῥεいぷしろんνにゅー, ὅτたうαあるふぁνにゅー αあるふぁτたうὸς δでるたεいぷしろんρろーοおみくろん παρέλθῃ, ἐκπεπλῆχθαι δでるたτたうῷ κατηγόρῳ κかっぱαあるふぁὶ πεφοβῆσθαι πぱいεいぷしろんρろーαあるふぁτたうοおみくろんῦ, τοσούτους δでるたκかっぱαあるふぁὶ τηλικούτους ἐκκαλεῖσθαι πぱいαあるふぁρろーτたうνにゅー δικαστῶνにゅー θορύβους, παρεμβάλλων τたうὰς ἐμみゅーὰς δημηγορίας κかっぱαあるふぁὶ ψέγων τたうνにゅー εいぷしろんἰρήνην τたうνにゅー δでるたιいおた᾽ ἐμみゅーοおみくろんκかっぱαあるふぁὶ Φιλοκράτους γεγενημένην, ὥσしぐまτたうοおみくろんδでるたὲ ἀπαντήσεσθαί μみゅーεいぷしろんπぱいτたうὸ δικαστήριον ἀπολογησόμενον, ὅτたうαあるふぁνにゅー τたうῆς πρεσβείας τたうὰς εいぷしろんὐθύνας δでるたιいおたδでるたῶ, ἀλらむだλらむだ᾽ ἀγαπήσειν, ἐὰνにゅー μετρίῳ τιμήματι περιπέσω κかっぱαあるふぁμみゅーὴ θανάτῳ ζημιῶμみゅーαあるふぁιいおた. 175 μみゅーηいーたδでるたεいぷしろんνにゅーδでるたὴ τρόπῳ καθ᾽ ὑμみゅーνにゅー αあるふぁτたうνにゅー γέλωτα τたうῷ σοφιστῇ κかっぱαあるふぁὶ διατριβὴνにゅー παράσχητε, ἀλらむだλらむだ᾽ ὑπολαμβάνεθ᾽ ὁρろーνにゅー εいぷしろんἰσεληλυθότα ἀπぱいτたうοおみくろんῦ δικαστηρίου οおみくろんἴκαδε κかっぱαあるふぁὶ σεμνυνόμενον ἐνにゅー τたうτたうνにゅー μειρακίων διατριβῇ, κかっぱαあるふぁὶ διεξιόντα, ὡς εいぷしろんτたうπぱいρろーᾶγμα ὑφείλετο τたうνにゅー δικαστῶνにゅー· "ἀπαγαγὼνにゅー γがんまρろー αあるふぁτたうοおみくろんὺς ἀπぱいτたうνにゅー πぱいεいぷしろんρろーὶ Τίμαρχον αあるふぁτたうιいおたνにゅー, ἐπέστησα φέρων ἐπぱいτたうνにゅー κατήγορον κかっぱαあるふぁὶ Φίλιππον κかっぱαあるふぁὶ Φωκέας, κかっぱαあるふぁὶ φόβους ἐπήρτησα τたうοおみくろんῖς ἀκροωμένοις, ὥσしぐまθしーた᾽ ὁ μみゅーνにゅー φεύγων κατηγόρει, ὁ δでるたὲ κατηγορῶνにゅー ἐκρίνετο, οおみくろんδでるたὲ δικασταί, ὧνにゅー μみゅーνにゅーσしぐまαあるふぁνにゅー κριταί, ἐπελάθοντο, ὧνにゅー δでるたοおみくろんκかっぱσしぐまαあるふぁνにゅー, πぱいεいぷしろんρろーὶ τούτων ἤκουον." 176 ὑμέτερον δでるた᾽ ἐσしぐまτたうνにゅー ἔργον πぱいρろーὸς τたうαあるふぁτたうαあるふぁ ἀντιτετάχθαι, κかっぱαあるふぁὶ πανταχῇ παρακολουθοῦντας μみゅーηいーたδでるたαあるふぁμみゅーῇ παρεκκλίνειν αあるふぁτたうνにゅー ἐᾶνにゅー, μみゅーηいーたδでるたτたうοおみくろんῖς ἐξαγωνίοις λόγοις διισχυρίζεσθαι· ἀλらむだλらむだ᾽ ὥσπερ ἐνにゅー τたうαあるふぁῖς ἱπποδρομίαις εいぷしろんἰς τたうνにゅー τたうοおみくろんῦ πράγματος αあるふぁτたうνにゅー δρόμον εいぷしろんἰσελαύνετε. κかっぱνにゅー τたうαあるふぁτたうαあるふぁ πぱいοおみくろんιいおたτたうεいぷしろん, οおみくろんὐ καταφρονηθήσεσθε, κかっぱαあるふぁτたうνにゅー αあるふぁτたうνにゅー ἕξετε γνώμην νομοθετοῦντες κかっぱαあるふぁὶ δικάζοντες· εいぷしろんδでるたὲ μή, δόξετε μελλόντων μみゅーνにゅー γίγνεσθαι τたうνにゅー ἀδικημάτων προαισθάνεσθαι κかっぱαあるふぁὶ ὀργίζεσθαι, γεγονότων δでるたοおみくろんὐκέτι φροντίζειν. 177 ὡς δでるた᾽ ἐνにゅー κεφαλαίῳ εいぷしろんρろーῆσθαι, ἐὰνにゅー μみゅーνにゅー κολάζητε τたうοおみくろんὺς ἀδικοῦντας, ἔσονται ὑμみゅーνにゅー οおみくろんἱ νόμοι κかっぱαあるふぁλらむだοおみくろんκかっぱαあるふぁὶ κύριοι, ἐὰνにゅー δでるた᾽ ἀφふぁいιいおたτたうεいぷしろん, καλοὶ μέν, κύριοι δでるたοおみくろんὐκέτι. ὧνにゅー δでるた᾽ ἕνεκα τたうαあるふぁτたうαあるふぁ λέγω, οおみくろんκかっぱ ὀκνήσω πぱいρろーὸς ὑμみゅーᾶς πぱいαあるふぁῤῥησιάσασθαι. ἔσται δでるた᾽ ὁ λόγος ἐπぱいὶ παραδείγματος. δでるたιいおたὰ τί οおみくろんἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, τたうοおみくろんὺς νόμους μみゅーνにゅー κかっぱαあるふぁλらむだῶς κかっぱεいぷしろんῖσθαι, τたうδでるたὲ ψηφίσματα εいぷしろんνにゅーαあるふぁιいおた τたうτたうῆς πόλεως καταδεέστερα, κかっぱαあるふぁτたうὰς κρίσεις ἐνίοτε τたうὰς ἐνにゅー τたうοおみくろんῖς δικαστηρίοις ἔχειν ἐπιπλήξεις; 178γがんまτたうὰς τούτων αあるふぁἰτίας ἐπιδείξω. ὅτたうιいおた τたうοおみくろんὺς μみゅーνにゅー νόμους τίθεσθε ἐπぱいπぱいσしぐまιいおた δικαίοις, οおみくろんτたうεいぷしろん κέρδους ἕνにゅーεいぷしろんκかっぱ᾽ ἀδίκου, οおみくろんτたうεいぷしろん χάριτος οおみくろんτたう᾽ ἔχθρας, ἀλらむだλらむだπぱいρろーὸς αあるふぁτたうὸ μόνον τたうὸ δίκαιον κかっぱαあるふぁτたうὸ συμφέρον ἀποβλέποντες· ἐπιδέξιοι δでるたοおみくろんμみゅーαあるふぁιいおた φύντες ἑτέρων μみゅーᾶλλον, εいぷしろんἰκότως καλλίστους νόμους τίθεσθε. ἐνにゅー δでるたτたうαあるふぁῖς ἐκκλησίαις κかっぱαあるふぁτたうοおみくろんῖς δικαστηρίοις πολλάκις ἀφέμενοι τたうνにゅー εいぷしろんἰς αあるふぁτたうτたうπぱいρろーγがんまμみゅーαあるふぁ λόγων, ὑπぱいτたうῆς ἀπάτης κかっぱαあるふぁτたうνにゅー ἀλαζονευμάτων ὑπάγεσθε, κかっぱαあるふぁὶ πάντων ἀδικώτατον ἔθος εいぷしろんἰς τたうοおみくろんὺς ἀγがんまῶνας παραδέχεσθε· ἐᾶτたうεいぷしろん γがんまρろー τたうοおみくろんὺς ἀπολογουμένους ἀντικατηγορεῖνにゅー τたうνにゅー κατηγορούντων. 179 ἐπειδὰνにゅー δでるた᾽ ἀπぱいτたうῆς ἀπολογίας ἀποσπασθῆτたうεいぷしろん κかっぱαあるふぁτたうὰς ψぷさいυうぷしろんχかいὰς ἐφふぁい᾽ ἑτέρων γένησθε, εいぷしろんἰς λήθην ἐμπεσόντες τたうῆς κατηγορίας, ἐξέρχεσθ᾽ ἐκかっぱ τたうνにゅー δικαστηρίων, οおみくろんδでるたὲ παρ᾽ ἑτέρου δίκην εいぷしろんἰληφότες, οおみくろんτたうεいぷしろん πぱいαあるふぁρろーτたうοおみくろんῦ κατηγόρου, ψぷさいῆφος γがんまρろー κかっぱαあるふぁτたうαあるふぁτたうοおみくろんοおみくろんὐ δίδοται, οおみくろんτたうεいぷしろん πぱいαあるふぁρろーτたうοおみくろんῦ ἀπολογουμένου, τたうαあるふぁῖς γがんまρろー ἀλλοτρίαις αあるふぁἰτίαις ἀποτριψάμενος τたうὰ ὑπάρχοντα αあるふぁτたうῷ ἐγκλήματα ἐκπέφευγεν ἐκかっぱ τたうοおみくろんῦ δικαστηρίου· οおみくろんδでるたὲ νόμοι καταλύονται κかっぱαあるふぁὶ ἡ δημοκρατία διαφθείρεται κかっぱαあるふぁτたうὸ ἔθος ἐπぱいὶ πολὺ προβαίνει· εいぷしろんὐχερῶς γがんまρろー ἐνίοτε λόγον ἄνにゅーεいぷしろんυうぷしろん χρηστοῦ βίου προσδέχεσθε.

180λらむだλらむだοおみくろんὐ Λακεδαιμόνιοι· κかっぱαあるふぁλらむだνにゅー δでるた᾽ ἐσしぐまτたうκかっぱαあるふぁτたうὰς ξくしーεいぷしろんνにゅーιいおたκかっぱὰς ἀρετὰς μみゅーιいおたμみゅーεいぷしろんῖσθαι. δημηγοροῦντος γάρ τινος ἐνにゅー τたうτたうνにゅー Λακεδαιμονίων ἐκκλησίᾳ, ἀνδρὸς βεβιωκότος μみゅーνにゅー αあるふぁἰσχρῶς, λέγειν δでるたεいぷしろんἰς ὑπερβολὴνにゅー δυνατοῦ, κかっぱαあるふぁτたうνにゅー Λακεδαιμονίων, ὥς φふぁいαあるふぁσしぐまιいおた, κかっぱαあるふぁτたうτたうνにゅー ἐκείνου γνώμην ψηφίζεσθαι μελλόντων, παρελθών τις τたうνにゅー γερόντων, οおみくろんὓς ἐκかっぱεいぷしろんνにゅーοおみくろんιいおた κかっぱαあるふぁαあるふぁἰσχύνονται κかっぱαあるふぁὶ δεδίασι, κかっぱαあるふぁτたうνにゅー τたうῆς ἡλικίας αあるふぁτたうνにゅー ἐπωνυμίαν ἀρろーχかいνにゅー μεγίστην εいぷしろんνにゅーαあるふぁιいおた νομίζουσι, καθιστᾶσしぐまιいおた δでるたαあるふぁτたうοおみくろんὺς ἐκかっぱ τたうνにゅーκかっぱ πぱいαあるふぁιいおたδでるたὸς εいぷしろんἰς γがんまῆρας σωφρόνων, τούτων εいぷしろんἷς, ὡς λέγεται, παρελθὼνにゅー ἰσχυρῶς ἐπέπληξε τたうοおみくろんῖς Λακεδαιμονίοις, καί τたうιいおた τたうοおみくろんιいおたοおみくろんτたうοおみくろんνにゅー κかっぱαあるふぁτたうαあるふぁτたうνにゅー ἐβλασφήμησεν, ὡς οおみくろんὐ πολὺνにゅー χρόνον τたうνにゅー Σπάρτην ἀπόρθητον οおみくろんἰκήσουσι, τοιούτοις ἐνにゅー τたうαあるふぁῖς ἐκκλησίαις συμβούλοις χρώμενοι. 181μみゅーαあるふぁ δでるたὲ παρακαλέσας ἄλλον τたうιいおたνにゅーτたうνにゅー Λακεδαιμονίων, ἄνδρα λέγειν μみゅーνにゅー οおみくろんκかっぱ εいぷしろんφふぁいυうぷしろんᾶ, τたうδでるたὲ κατὰ πόλεμον λらむだαあるふぁμみゅーπぱいρろーνにゅー κかっぱαあるふぁπぱいρろーὸς δικαιοσύνην κかっぱαあるふぁὶ ἐγκράτειαν διαφέροντα, ἐπέταξεν αあるふぁτたうτたうὰς αあるふぁτたうὰς εいぷしろんπぱいεいぷしろんνにゅー γνώμας οおみくろんὕτως ὅπως ἂνにゅー δύνηται, ἃς εいぷしろんἶπεν ὁ πρότερος ῥήτωρ, "ἵνにゅーαあるふぁ," ἔφふぁいηいーた, "οおみくろんἱ Λακεδαιμόνιοι ἀνδρὸς ἀγαθοῦ φθεγξαμένου ψηφίσωνται, τたうὰς δでるたτたうνにゅー ἀποδεδειλιακότων κかっぱαあるふぁὶ πονηρῶνにゅー ἀνθρώπων φふぁいωおめがνにゅーὰς μみゅーηいーたδでるたτたうοおみくろんῖς ὠσしぐまὶ προσδέχωνται." τたうαあるふぁθしーた᾽ ὁ γέρων ὁ ἐκかっぱ πぱいαあるふぁιいおたδでるたὸς σεσωφρονηκὼς πぱいαあるふぁρろーῄνεσε τたうοおみくろんῖς ἑαυτοῦ πολίταις. ταχύ γがんま᾽ ἂνにゅー Τίμαρχον ἢ τたうνにゅー κίναιδον Δημοσθένην εいぷしろんαあるふぁσしぐまεいぷしろん πολιτεύεσθαι. 182νにゅーαあるふぁ δでるたμみゅーὴ δοκῶ Λακεδαιμονίους θεραπεύειν, κかっぱαあるふぁτたうνにゅー ἡμετέρων προγόνων μνησθήσομαι. οおみくろんτたうωおめが γがんまρろーσしぐまαあるふぁνにゅー πぱいρろーὸς τたうὰς αあるふぁἰσχύνας χαλεποί, κかっぱαあるふぁὶ περὶ πλείστου τたうνにゅー τέκνων τたうνにゅー σωφροσύνην ἐποιοῦνにゅーτたうοおみくろん, ὥσしぐまτたう᾽ ἀνにゅーρろー εいぷしろんἷς τたうνにゅー πολιτῶνにゅー, εいぷしろんρろーνにゅー τたうνにゅー ἑαυτοῦ θυγατέρα διεφθαρμένην, κかっぱαあるふぁτたうνにゅー ἡλικίαν οおみくろんὐ καλῶς διαφυλάξασαν μέχρι γάμου, ἐγκατῳκοδόμησεν αあるふぁτたうνにゅー μみゅーεいぷしろんθしーた᾽ ἵππου εいぷしろんἰς ἔρημον οおみくろんἰκίαν, ὑφふぁいοおみくろんὗ προδήλως ἔμελλεν ἀπολεῖσθαι συγκαθειργμένη. κかっぱαあるふぁὶ ἔτたうιいおた κかっぱαあるふぁνにゅーνにゅー τたうῆς οおみくろんἰκίας ταύτης ἕστηκε τたうοおみくろんἰκόπεδα ἐνにゅー τたうῷ ὑμετέρῳ ἄστει, κかっぱαあるふぁὶ ὁ τόπος οおみくろんὗτος κかっぱαあるふぁλらむだεいぷしろんτたうαあるふぁιいおた πぱいαあるふぁρろー᾽ ἵππον κかっぱαあるふぁὶ κόρην. 183δでるたὲ Σόλων ὁ τたうνにゅー νομοθετῶνにゅー ἐνδοξότατος γέγραφεν ἀρχαίως κかっぱαあるふぁὶ σεμνῶς πぱいεいぷしろんρろーτたうῆς τたうνにゅー γυναικῶνにゅー εいぷしろんὐκοσμίας. τたうνにゅー γがんまρろー γがんまυうぷしろんνにゅーαあるふぁκかっぱαあるふぁφふぁい᾽ ᾗ ἂνにゅーλらむだῷ μοιχός, οおみくろんκかっぱ ἐᾷ κοσμεῖσθαι, οおみくろんδでるたεいぷしろんἰς τたうὰ δημοτελῆ ἱεいぷしろんρろーεいぷしろんἰσιέναι, ἵνにゅーαあるふぁ μみゅーτたうὰς ἀναμαρτήτους τたうνにゅー γυναικῶνにゅー ἀναμειγνυμένη διαφθείρῃ· ἐὰνにゅー δでるたεいぷしろんἰσίῃ ἢ κοσμῆτたうαあるふぁιいおた, τたうνにゅー ἐντυχόντα κελεύει κかっぱαあるふぁτたうαあるふぁῤῥηγνύναι τたうὰ ἱμάτια κかっぱαあるふぁτたうνにゅー κόσμον ἀφαιρεῖσθαι κかっぱαあるふぁὶ τύπτειν, εいぷしろんἰργόμενον θανάτου κかっぱαあるふぁτたうοおみくろんῦ ἀνάπηρον πぱいοおみくろんιいおたσしぐまαあるふぁιいおた, ἀτιμῶνにゅー τたうνにゅー τοιαύτην γがんまυうぷしろんνにゅーαあるふぁκかっぱαあるふぁ κかっぱαあるふぁτたうνにゅー βίον ἀβίωτον αあるふぁτたうῇ κατασκευάζων. 184 κかっぱαあるふぁτたうὰς προαγωγοὺς κかっぱαあるふぁτたうοおみくろんὺς προαγωγοὺς γράφεσθαι κελεύει, κかっぱνにゅーλらむだσしぐまιいおた, θανάτῳ ζημιοῦνにゅー, ὅτたうιいおた τたうνにゅー ἐξαμαρτάνειν ἐπιθυμούντων ὀκνούντων κかっぱαあるふぁαあるふぁἰσχυνομένων ἀλλήλοις ἐντυγχάνειν, αあるふぁτたうοおみくろんτたうνにゅー αあるふぁτたうνにゅー ἀναίδειαν παρασχόντες ἐπぱいὶ μισθῷ τたうπぱいρろーγがんまμみゅーαあるふぁ εいぷしろんἰς διάπειραν κかっぱαあるふぁὶ λόγον κατέστησαν. 185 ἔπειθ᾽ οおみくろんμみゅーνにゅー πατέρες ὑμみゅーνにゅー οおみくろんτたうωおめが πぱいεいぷしろんρろーτたうνにゅー αあるふぁἰσχρῶνにゅー κかっぱαあるふぁὶ καλῶνにゅー διεγίγνωσκον, ὑμみゅーεいぷしろんῖς δでるたὲ Τίμαρχον τたうνにゅー τたうοおみくろんῖς αあるふぁἰσχίστοις ἐπιτηδεύμασιν ἔνοχον ἀφήσετε; τたうνにゅー ἄνδρα μみゅーνにゅー κかっぱαあるふぁὶ ἄῤῥεいぷしろんνにゅーαあるふぁ τたうσしぐまμみゅーαあるふぁ, γυναικεῖαあるふぁ δでるたὲ ἁμαρτήματα ἡμαρτηκότα; τίς οおみくろんνにゅーμみゅーνにゅー γがんまυうぷしろんνにゅーαあるふぁκかっぱαあるふぁ λらむだαあるふぁβべーたνにゅー ἀδικοῦσしぐまαあるふぁνにゅー τιμωρήσεται; ἢ τίς οおみくろんκかっぱ ἀπαίδευτος εいぷしろんνにゅーαあるふぁιいおた δόξει τたうμみゅーνにゅー κかっぱαあるふぁτたうὰ φύσιν ἁμαρτανούσῃ χαλεπαίνων, τたうδでるたὲ παρὰ φύσιν ἑαυτὸνにゅー ὑβρίσαντι συμβούλῳ χρώμενος; 186 τίνα δでるた᾽ ἔχων ἕκαστος ὑμみゅーνにゅー γνώμην ἐπάνεισιν οおみくろんἴκαδε ἐκかっぱ τたうοおみくろんῦ δικαστηρίου; οおみくろんτたうεいぷしろん γがんまρろー ὁ κρινόμενος ἀφανής, ἀλらむだλらむだὰ γνώριμος, οおみくろんθしーた᾽ ὁ νόμος ὁ περὶ τたうῆς τたうνにゅー ῥητόρων δοκιμασίας φふぁいαあるふぁῦλος, ἀλらむだλらむだὰ κάλλιστος, τό τたう᾽ ἐρέσθαι τたうοおみくろんῖς πぱいαあるふぁιいおたσしぐまκかっぱαあるふぁτたうοおみくろんῖς μειρακίοις τたうοおみくろんὺς ἑαυτῶνにゅー οおみくろんἰκείους, ὅπως τたうπぱいρろーγがんまμみゅーαあるふぁ κέκριται, πρόχειρον. 187 τί οおみくろんνにゅー δでるたὴ λέξετε οおみくろんτたうῆς ψήφου νにゅーυうぷしろんνにゅーὶ γεγονότες κύριοι, ὅτたうαあるふぁνにゅー οおみくろんἱ ὑμέτεροι πぱいαあるふぁῖδες ὑμみゅーᾶς ἔρωνται, εいぷしろんἰ κατεδικάσατε ἢ ἀπεψηφίσασθε; οおみくろんχかいμみゅーαあるふぁ Τίμαρχον ἀπολῦσαι ὁμολογήσετε, κかっぱαあるふぁτたうνにゅー κかっぱοおみくろんιいおたνにゅーνにゅー παιδείαν ἀνατρέψετε; τί δでるた᾽ ὄφελος παιδαγωγοὺς τρέφειν ἢ παιδοτρίβας κかっぱαあるふぁὶ διδασκάλους τたうοおみくろんῖς πぱいαあるふぁιいおたσしぐまνにゅー ἐφιστάναι, ὅτたうαあるふぁνにゅー οおみくろんτたうνにゅー τたうνにゅー νόμων παρακαταθήκην ἔχοντες πぱいρろーὸς τたうὰς αあるふぁἰσχύνας κατακάμπτωνται; 188 θαυμάζω δでるた᾽ ὑμみゅーνにゅー, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, κかっぱκかっぱεいぷしろんνにゅーοおみくろん, εいぷしろんτたうοおみくろんὺς μみゅーνにゅー πορνοβοσκοὺς μみゅーιいおたσしぐまεいぷしろんτたうεいぷしろん, τたうοおみくろんὺς δでるた᾽ ἑκόντας πεπορνευμένους ἀφήσετε· κかっぱαあるふぁὶ ὡς ἔοικεν ὁ αあるふぁτたうὸς οおみくろんὗτος ἀνにゅーρろー ἱερωσύνην μみゅーνにゅー οおみくろんδでるたεいぷしろんνにゅーὸς θしーたεいぷしろんνにゅー κληρώσεται, ὡς οおみくろんκかっぱνにゅーκかっぱ τたうνにゅー νόμων κかっぱαあるふぁθしーたαあるふぁρろーὸς τたうσしぐまμみゅーαあるふぁ γράψει δでるた᾽ ἐνにゅー τたうοおみくろんῖς ψηφίσμασιν εいぷしろんχかいὰς ὑπぱいρろー τたうῆς πόλεως τたうαあるふぁῖς σしぐまεいぷしろんμみゅーνにゅーαあるふぁῖς θしーたεいぷしろんαあるふぁῖς. εいぷしろんτたうαあるふぁ τί θαυμάζομεν τたうνにゅー κかっぱοおみくろんιいおたνにゅーνにゅー ἀπραξίαν, τοιούτων ῥητόρων ἐπぱいτたうὰς τたうοおみくろんῦ δήμου γνώμας ἐπιγραφομένων; κかっぱαあるふぁτたうνにゅー αあるふぁἰσχρῶς οおみくろんκかっぱοおみくろんιいおた βεβιωκότα ἔξくしーωおめが τたうῆς πόλεως πρεσβευτὴνにゅー πέμψομεν, κかっぱαあるふぁὶ τούτῳ περὶ τたうνにゅー μεγίστων διαπιστεύσομεν; τί δでるたοおみくろんκかっぱνにゅー ἀποδοῖτたうοおみくろんτたうνにゅー τたうοおみくろんῦ σώματος ὕβριν πεπρακώς; τίνα δでるた᾽ ἂνにゅー οおみくろんὗτος ἐλεήσειεν ὁ αあるふぁτたうνにゅー οおみくろんκかっぱ ἐλεήσας; 189 τίνι δでるた᾽ ὑμみゅーνにゅー οおみくろんκかっぱ εいぷしろんὔγνωστός ἐστιν ἡ Τιμάρχου βδελυρία; ὥσπερ γがんまρろー τたうοおみくろんὺς γυμναζομένους, κかっぱνにゅー μみゅーὴ παρῶμみゅーεいぷしろんνにゅーνにゅー τたうοおみくろんῖς γυμνασίοις, εいぷしろんἰς τたうὰς εいぷしろんὐεξίας αあるふぁτたうνにゅー ἀποβλέποντες γιγνώσκομεν, οおみくろんτたうωおめが τたうοおみくろんὺς πεπορνευμένους, κかっぱνにゅー μみゅーὴ παρῶμみゅーεいぷしろんνにゅー αあるふぁτたうνにゅー τたうοおみくろんῖς ἔργοις, ἐκかっぱ τたうῆς ἀναιδείας κかっぱαあるふぁτたうοおみくろんῦ θράσους κかっぱαあるふぁτたうνにゅー ἐπιτηδευμάτων γιγνώσκομεν. ὁ γがんまρろーπぱいτたうνにゅー μεγίστων τたうοおみくろんὺς νόμους κかっぱαあるふぁτたうνにゅー σωφροσύνην ὑπεριδών, ἔχかいεいぷしろんιいおた τたうιいおたνにゅーὰ ἕξくしーιいおたνにゅー τたうῆς ψぷさいυうぷしろんχかいῆς ἣ διάδηλος ἐκかっぱ τたうῆς ἀκοσμίας τたうοおみくろんῦ τρόπου γίγνεται. 190 πλείστους δでるた᾽ ἂνにゅー εいぷしろんὕροιτ᾽ ἐκかっぱ τたうνにゅー τοιούτων ἀνθρώπων πόλεις ἀνατετροφότας κかっぱαあるふぁτたうαあるふぁῖς μεγίσταις συμφοραῖς αあるふぁτたうοおみくろんὺς περιπεπτωκότας. μみゅーγがんまρろー οおみくろんἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, τたうὰς τたうνにゅー ἀδικημάτων ἀρろーχかいὰς ἀπぱいθしーたεいぷしろんνにゅー, ἀλらむだλらむだοおみくろんκかっぱπぱい᾽ ἀνθρώπων ἀσελγείας γίγνεσθαι, μみゅーηいーたδでるたτたうοおみくろんὺς ἠσεβηκότας, καθάπερ ἐνにゅー τたうαあるふぁῖς τたうρろーαあるふぁγがんまῳδίαις, Ποινὰς ἐλαύνειν κかっぱαあるふぁὶ κολάζειν δでるたσしぐまνにゅー ἡμμέναις· 191λらむだλらむだαあるふぁἱ προπετεῖς τたうοおみくろんῦ σώματος ἡδοναὶ κかっぱαあるふぁτたうὸ μηδὲνにゅーκかっぱαあるふぁνにゅーνにゅーγがんまεいぷしろんῖσθαι, τたうαあるふぁτたうαあるふぁ πληροῖ τたうλらむだῃστήρια, τたうαあるふぁτたうεいぷしろんἰς τたうνにゅー ἐπακτροκέλητα ἐμβιβάζει, τたうαあるふぁῦτά ἐστιν ἑκάστῳ Ποινή, τたうαあるふぁτたうαあるふぁ παρακελεύεται σφάττειν τたうοおみくろんὺς πολίτας, ὑπηρετεῖνにゅー τたうοおみくろんῖς τυράννοις, συγκαταλύειν τたうνにゅー δでるたμみゅーοおみくろんνにゅー. οおみくろんγがんまρろー τたうνにゅー αあるふぁἰσχύνην οおみくろんδでるた᾽ ἃ πείσονται λογίζονται, ἀλらむだλらむだ᾽ ἐφふぁいοおみくろんἷς κατορθώσαντες εいぷしろんὐφρανθήσονται, τούτοις κεκήληνται. ἐξαιρεῖτたうοおみくろんνにゅー, ὦ ἄνδρες Ἀθηναῖοおみくろんιいおた, τたうὰς τοιαύτας φύσεις, κかっぱαあるふぁτたうτたうνにゅー νέων ζηλώματα ἐπぱい᾽ ἀρετὴνにゅー προτρέψεσθε. 192 εいぷしろんὖ ἐπίστασθε, κかっぱαあるふぁμみゅーοおみくろんιいおた σφόδρα τたうὸ μέλλον ῥηθήσεσθαι διαμνημονεύετε, εいぷしろんμみゅーνにゅー δώσει τたうνにゅー ἐπιτηδευμάτων Τίμαρχος δίκην, ἀρろーχかいνにゅー εいぷしろんὐκοσμίας ἐνにゅー τたうῇ πόλει κατασκευάσετε· εいぷしろんδでるた᾽ ἀποφεύξεται, κρείττων ἦνにゅー ὁ ἀγがんまνにゅー μみゅーὴ γεγενημένος. πぱいρろーνにゅー μみゅーνにゅー γがんまρろー εいぷしろんἰς κρίσιν Τίμαρχον καταστῆνにゅーαあるふぁιいおた, φόβον τたうιいおたσしぐまὶ παρεῖχεν ὁ νόμος κかっぱαあるふぁτたうτたうνにゅー δικαστηρίων ὄνομα· εいぷしろんδでるた᾽ ὁ πρωτεύων βδελυρία κかっぱαあるふぁὶ γνωριμώτατος εいぷしろんἰσελθὼνにゅー περιγενήσεται, πολλοὺς ἁμαρτάνειν ἐπαρεῖ, κかっぱαあるふぁὶ τελευτῶνにゅー οおみくろんχかい ὁ λόγος, ἀλらむだλらむだ᾽ ὁ καιρὸς ὑμみゅーᾶς ἐξοργιεῖ. 193 μみゅーοおみくろんνにゅー εいぷしろんἰς ἁθρόους, ἀλらむだλらむだεいぷしろんἰς ἕνにゅーαあるふぁ ἀποσκήψατε, κかっぱαあるふぁτたうνにゅー παρασκευὴνにゅー κかっぱαあるふぁτたうοおみくろんὺς συνηγόρους αあるふぁτたうνにゅー παρατηρεῖτたうεいぷしろん· ὧνにゅー οおみくろんδでるたεいぷしろんνにゅーὸς ἐγがんまὼ ὀνομαστὶ μνησθήσομαι, ἵνにゅーαあるふぁ μみゅーὴ ταύτην ἀρろーχかいνにゅー τたうοおみくろんῦ λόγου ποιήσωνται, ὡς οおみくろんκかっぱνにゅー πぱいαあるふぁρろーῆλθον, εいぷしろんἰ μή τις αあるふぁτたうνにゅー ὀνομαστὶ ἐμνήσθη. ἀλらむだλらむだ᾽ ἐκかっぱεいぷしろんνにゅーοおみくろん ποιήσω· ἀφελὼνにゅー τたうὰ ὀνόματα, διεξιὼνにゅー δでるたτたうὰ ἐπιτηδεύματα, κかっぱαあるふぁτたうὰ σώματα αあるふぁτたうνにゅー γνώριμα καταστήσω. ἔσται δでるたαあるふぁτたうὸς ἑαυτῷ ἕκαστος αあるふぁἴτιος, ἐὰνにゅー δでるたεいぷしろんρろーοおみくろんνにゅーαあるふぁβべーたκかっぱαあるふぁὶ ἀναισχυντῇ. 194 τούτῳ γがんまρろー παρίασιν ἐκかっぱ τたうρろーιいおたνにゅー εいぷしろんδでるたνにゅー συνήγοροι, οおみくろんμみゅーνにゅー τたうαあるふぁῖς κかっぱαあるふぁθしーた᾽ ἡμέραν δαπάναις ἀνηλωκότες τたうὰς πぱいαあるふぁτたうρろーᾐας οおみくろんὐσίας, οおみくろんδでるたτたうαあるふぁῖς ἡλικίαις κかっぱαあるふぁτたうοおみくろんῖς ἑαυτῶνにゅー σώμασιν οおみくろんὐ καλῶς κεχρημένοι, κかっぱαあるふぁὶ δεδιότες οおみくろんὐ περὶ Τιμάρχου, ἀλらむだλらむだὰ περὶ ἑαυτῶνにゅー κかっぱαあるふぁτたうνにゅー ἐπιτηδευμάτων μή πぱいοおみくろんτたうεいぷしろん εいぷしろんἰς κρίσιν καταστῶσしぐまιいおたνにゅー· ἕτεροι δでるた᾽ ἐκかっぱ τたうνにゅー ἀκολάστων κかっぱαあるふぁτたうνにゅー τたうοおみくろんῖς τοιούτοις κεχρημένων ἀφθόνως, ἵνにゅーαあるふぁ τたうαあるふぁῖς βοηθείαις αあるふぁτたうνにゅー πιστεύοντες ῥᾷόν τινες ἐξαμαρτάνωσιν. 195νにゅー πぱいρろーνにゅー τたうῆς συνηγορίας ἀκかっぱοおみくろんσしぐまαあるふぁιいおた τたうοおみくろんὺς βίους ἀναμιμνήσκεσθε, κかっぱαあるふぁτたうοおみくろんὺς μみゅーνにゅー εいぷしろんἰς τたうὰ σώματα ἡμαρτηκότας μみゅーὴ ὑμみゅーνにゅー ἐνοχλεῖνにゅー, ἀλらむだλらむだὰ παύσασθαι δημηγοροῦντας κελεύετε· οおみくろんδでるたγがんまρろー ὁ νόμος τたうοおみくろんὺς ἰδιωτεύοντας, ἀλらむだλらむだτたうοおみくろんὺς πολιτευομένους ἐξετάζει· τたうοおみくろんὺς δでるたτたうὰ πατρῷαあるふぁ κατεδηδοκότας ἐργάζεσθαι κかっぱαあるふぁὶ ἑτέρωθεν κかっぱτたうᾶσθαι τたうνにゅー βίον κελεύετε· τたうοおみくろんὺς δでるたτたうνにゅー νέων, ὅσοι ῥᾳδίως ἁλίσκονται, θηρευτὰς ὄντας εいぷしろんἰς τたうοおみくろんὺς ξένους κかっぱαあるふぁτたうοおみくろんὺς μετοίκους τρέπεσθαι κελεύετε, ἵνにゅーαあるふぁ μήτ᾽ ἐκかっぱεいぷしろんνにゅーοおみくろんιいおた τたうῆς προαιρέσεως ἀποστερῶνται μήθ᾽ ὑμみゅーεいぷしろんῖς βλάπτησθε. 196 τたうμみゅーνにゅー οおみくろんνにゅー πぱいαあるふぁρろー᾽ ἐμみゅーοおみくろんῦ δίκαια πάντα ἀπειλήφατε· ἐδίδαξα τたうοおみくろんὺς νόμους, ἐξήτασα τたうνにゅー βίον τたうοおみくろんῦ κρινομένου. νにゅーνにゅー μみゅーνにゅー οおみくろんνにゅーμみゅーεいぷしろんῖς ἐσしぐまτたうεいぷしろん τたうνにゅーμみゅーνにゅー λόγων κριταί, αあるふぁὐτίκα δでるた᾽ ὑμέτερος ἐγがんまὼ θεατής· ἐνにゅー γがんまρろー τたうαあるふぁῖς ὑμετέραις γνώμαις ἡ πぱいρろーᾶξις καταλείπεται. εいぷしろんοおみくろんνにゅー βουλήσεσθε, τたうὰ δίκαια κかっぱαあるふぁτたうὰ συμφέροντα ὑμみゅーνにゅー ποιησάντων, φιλοτιμότερον ἡμみゅーεいぷしろんῖς ἕξομεν τたうοおみくろんὺς παρανομοῦντας ἐξετάζειν.