[2]
Κέκροψ δ ὲ γήμας τ ὴν Ἀκταίου κόρην Ἄγραυλον π α ῖδ α μ ὲν ἔσ χ ε ν Ἐρυσίχθονα, ὃς ἄτεκνος μετήλλαξε, θυγατέρας δ ὲ Ἄγραυλον Ἕρσην Πάνδροσον. Ἀγραύλου μ ὲν ο ὖν κ α ὶ Ἄρεος Ἀλκίππη γίνεται. ταύτην βιαζόμενος Ἁλιρρόθιος, ὁ Ποσειδῶνος κ α ὶ νύμφης Ε ὐρύτης, ὑπ ὸ Ἄρεος φωραθεὶς κτείνεται. Ποσειδῶνος δ ὲ ε ἰσάγοντος ἐν Ἀρείῳ πάγῳ κρίνεται δικαζόντων τ ῶν δώδεκα θ ε ῶν Ἄρης κ α ὶ ἀπολύεται.
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.