This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[661]
Τ α ῦτ α ἐνετέλλετο, κ α ὶ π α ρ ὰ τ ῶν ἐν Ῥώμῃ πρέσβεων ἧκ ο ν
ἐπιστολαί, δ ι ᾽ ὧν Ἀκ μ ὴ μ ὲν ἀν ῃρημένη κελεύσαντος Καίσαρος ἐδηλοῦτ ο ,
θανάτῳ δ ᾽ Ἀντίπατρος κατάκριτος: ἔγραφόν γ ε μ ὴν ὡς, ε ἰ
κ α ὶ φυγαδεύειν α ὐτ ὸν ἐθελήσειεν ὁ πατήρ, ἐπιτρέποι Κ α ῖσ α ρ .
[662]
ὁ
δ ὲ β ρ α χ ὺ μ ὲν π ρ ὸς τ ὴν ε ὐθυμίαν ἀνήνεγκεν, α ὖθις δέ, κ α ὶ γ ὰρ ἐνδείᾳ
τ ρ ο φ ῆς κ α ὶ β η χ ὶ σπασμώδει διετείνετο, τ ῶν ἀλγηδόνων ἡσσηθεὶς
φθάσαι τ ὴν ε ἱμαρμένην ἐπεβάλλετο. λ α β ὼν δ ὲ μ ῆλ ο ν ᾔτησεν κ α ὶ
μαχαίριον, ε ἰώθει γ ὰρ ἀποτέμνων ἐσθίειν, ἔπειτα περιαθρήσας μή
τις ὁ κωλύων ε ἴη , ἐπ ῆρ ε ν τ ὴν δ ε ξ ι ὰν ὡς πλήξων ἑαυτόν. προσδραμὼν
δ ὲ ἐκώλυσεν Ἀχίαβος ὁ ἀνεψιὸς α ὐτ ο ῦ τ ὴν χ ε ῖρ α κατασχών.
[663]
ο ἰμωγὴ δ ᾽ ε ὐθέως ἤρ θ η μεγίστη κ α τ ὰ τ ὸ βασίλειον ὡς ο ἰχομένου
βασιλέως, κ α ὶ ταχέως ἀκούσας Ἀντίπατρος ἀναθαρρεῖ τ ε κ α ὶ γεγηθὼς
τ ο ὺς φύλακας ἱκέτευεν ἐπ ὶ χρήμασιν ἐξαφεῖν α ι λύσαντας α ὐτόν.
ὁ δ ὲ ἡγεμὼν ο ὐ μόνον ἐκώλυσεν, ἀλ λ ὰ κ α ὶ βασιλεῖ δ ρ α μ ὼν ἀνήγγειλεν
τ ὴν ἐπιβουλήν.
[664]
ἀνέκραγεν δ ᾽ ἐκ ε ῖνος ἰσχυρότερον τ ῆς νόσου
κ α ὶ παραχρῆμ α πέμψας τ ο ὺς δορυφόρους ἀποκτείνει τ ὸν Ἀντίπατρον.
θάψαι δ ὲ τ ὸν ν ε κ ρ ὸν α ὐτ ο ῦ προστάξας ἐν Ὑρκανίᾳ πάλιν
τ ὰς διαθήκας ἐπανορθοῦτ α ι , κ α ὶ διάδοχον μ ὲν Ἀρχέλαον τ ὸν πρεσβύτατον
υ ἱὸν ἀδελφὸν δ ὲ Ἀντιπάτρου γράφει, τετράρχην δ ὲ Ἀντίπαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.