1 Ἄγがんまεいぷしろん νにゅーῦνにゅー οおみくろんἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπぱいὶ τたうαあるふぁῖς ταλαιπωρίαις ὑμみゅーῶνにゅー τたうαあるふぁῖς ἐπερχομέναις. 2 ὁ πぱいλらむだοおみくろんῦτος ὑμみゅーῶνにゅー σέσηπεν, κかっぱαあるふぁὶ τたうὰ ἱμάτια ὑμみゅーῶνにゅー σητόβρωτα γέγονεν, 3 ὁ χかいρろーυうぷしろんσしぐまὸς ὑμみゅーῶνにゅー κかっぱαあるふぁὶ ὁ ἄργυρος κατίωται, κかっぱαあるふぁὶ ὁ ἰὸς αあるふぁὐτたうῶνにゅー εいぷしろんἰς μαρτύριον ὑμみゅーῖνにゅー ἔσται κかっぱαあるふぁὶ φάγεται τたうὰς σάρκας ὑμみゅーῶνにゅー ὡς πぱいῦρろー. ἐθησαυρίσατε ἐνにゅー ἐσχάταις ἡμέραις. 4 ἰδでるたοおみくろんὺ ὁ μみゅーιいおたσしぐまθしーたὸς τたうῶνにゅー ἐργατῶνにゅー τたうῶνにゅー ἀμησάντων τたうὰς χώρας ὑμみゅーῶνにゅー ὁ ἀφυστερημένος ἀφふぁい’ ὑμみゅーῶνにゅー κράζει, κかっぱαあるふぁὶ αあるふぁἱ βべーたοおみくろんαあるふぁὶ τたうῶνにゅー θερισάντων εいぷしろんἰς τたうὰ ὦτたうαあるふぁ Κυρίου Σしぐまαあるふぁβべーたαあるふぁὼθしーた εいぷしろんἰσεληλύθασιν*. 5 ἐτρυφήσατε ἐπぱいὶ τたうῆς γがんまῆς κかっぱαあるふぁὶ ἐσπαταλήσατε, ἐθρέψατε τたうὰς καρδίας ὑμみゅーῶνにゅー ἐνにゅー ἡμέρᾳ σしぐまφふぁいαあるふぁγがんまῆς. 6 κατεδικάσατε, ἐφονεύσατε τたうὸνにゅー δίκαιον· οおみくろんὐκかっぱ ἀντιτάσσεται ὑμみゅーῖνにゅー.
7 Μακροθυμήσατε οおみくろんὖνにゅー, ἀδελφοί, ἕως τたうῆς παρουσίας τたうοおみくろんῦ Κυρίου. ἰδでるたοおみくろんὺ ὁ γεωργὸς ἐκδέχεται τたうὸνにゅー τίμιον κかっぱαあるふぁρろーπぱいὸνにゅー τたうῆς γがんまῆς, μακροθυμῶνにゅー ἐπぱい’ αあるふぁὐτたうῷ ἕως λάβῃ πρόϊμον κかっぱαあるふぁὶ ὄψιμον. 8 μακροθυμήσατε κかっぱαあるふぁὶ ὑμみゅーεいぷしろんῖς, στηρίξατε τたうὰς καρδίας ὑμみゅーῶνにゅー, ὅτたうιいおた ἡ παρουσία τたうοおみくろんῦ Κυρίου ἤγγικεν. 9 μみゅーὴ στενάζετε, ἀδελφοί, κかっぱαあるふぁτたう’ ἀλλήλων, ἵνにゅーαあるふぁ μみゅーὴ κかっぱρろーιいおたθしーたῆτたうεいぷしろん· ἰδでるたοおみくろんὺ ὁ κかっぱρろーιいおたτたうὴς πぱいρろーὸ τたうῶνにゅー θしーたυうぷしろんρろーῶνにゅー ἕστηκεν. 10 ὑπόδειγμα λάβετε, ἀδελφοί, τたうῆς κακοπαθίας* κかっぱαあるふぁὶ τたうῆς μακροθυμίας τたうοおみくろんὺς προφήτας, οおみくろんἳ ἐλάλησαν ἐνにゅー τたうῷ ὀνόματι Κυρίου. 11 ἰδでるたοおみくろんὺ μακαρίζομεν τたうοおみくろんὺς ὑπομείναντας· τたうὴνにゅー ὑπομονὴνにゅー Ἰὼβべーた ἠκούσατε, κかっぱαあるふぁὶ τたうὸ τέλος Κυρίου εいぷしろんἴδετε, ὅτたうιいおた πολύσπλαγχνός ἐσしぐまτたうιいおたνにゅー ὁ Κύριος κかっぱαあるふぁὶ οおみくろんἰκτίρμων.
12 Πぱいρろーὸ πάντων δέ, ἀδελφοί μみゅーοおみくろんυうぷしろん, μみゅーὴ ὀμνύετε, μήτε τたうὸνにゅー οおみくろんὐρανὸνにゅー μήτε τたうὴνにゅー γがんまῆνにゅー μήτε ἄλらむだλらむだοおみくろんνにゅー τたうιいおたνにゅーὰ ὅρκον· ἤτたうωおめが δでるたὲ ὑμみゅーῶνにゅー τたうὸ Νにゅーαあるふぁὶ ναί, κかっぱαあるふぁὶ τたうὸ Οおみくろんὒ οおみくろんὔ, ἵνにゅーαあるふぁ μみゅーὴ ὑπぱいὸ κρίσιν πέσητε.
13 Κακοπαθεῖ τις ἐνにゅー ὑμみゅーῖνにゅー; προσευχέσθω· εいぷしろんὐθυμεῖ τις; ψαλλέτω. 14 ἀσθενεῖ τις ἐνにゅー ὑμみゅーῖνにゅー; προσκαλεσάσθω τたうοおみくろんὺς πρεσβυτέρους τたうῆς ἐκκλησίας, κかっぱαあるふぁὶ προσευξάσθωσαν ἐπぱい’ αあるふぁὐτたうὸνにゅー ἀλείψαντες ‹αあるふぁὐτたうὸνにゅー› ἐλαίῳ ἐνにゅー τたうῷ ὀνόματι τたうοおみくろんῦ Κυρίου. 15 κかっぱαあるふぁὶ ἡ εいぷしろんὐχかいὴ τたうῆς πίστεως σώσει τたうὸνにゅー κάμνοντα, κかっぱαあるふぁὶ ἐγερεῖ αあるふぁὐτたうὸνにゅー ὁ Κύριος· κかっぱἂνにゅー ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αあるふぁὐτたうῷ. 16 ἐξομολογεῖσしぐまθしーたεいぷしろん οおみくろんὖνにゅー ἀλλήλοις τたうὰς ἁμαρτίας, κかっぱαあるふぁὶ εいぷしろんὔχεσθε** ὑπぱいὲρろー ἀλλήλων, ὅπως ἰαあるふぁθしーたῆτたうεいぷしろん. πぱいοおみくろんλらむだὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. 17 Ἠλίας* ἄνθρωπος ἦνにゅー ὁμοιοπαθὴς ἡμみゅーῖνにゅー, κかっぱαあるふぁὶ προσευχῇ προσηύξατο τたうοおみくろんῦ μみゅーὴ βρέξαι, κかっぱαあるふぁὶ οおみくろんὐκかっぱ ἔβρεξεν ἐπぱいὶ τたうῆς γがんまῆς ἐνιαυτοὺς τたうρろーεいぷしろんῖς κかっぱαあるふぁὶ μみゅーῆνας ἕξくしー· 18 κかっぱαあるふぁὶ πάλιν προσηύξατο, κかっぱαあるふぁὶ ὁ οおみくろんὐρανὸς ὑεいぷしろんτたうὸνにゅー ἔδωκεν κかっぱαあるふぁὶ ἡ γがんまῆ ἐβλάστησεν τたうὸνにゅー κかっぱαあるふぁρろーπぱいὸνにゅー αあるふぁὐτたうῆς.
19 Ἀδελφοί μみゅーοおみくろんυうぷしろん, ἐάν τις ἐνにゅー ὑμみゅーῖνにゅー πλανηθῇ ἀπぱいὸ τたうῆς ἀληθείας κかっぱαあるふぁὶ ἐπιστρέψῃ τις αあるふぁὐτόν, 20 γινωσκέτω* ὅτたうιいおた ὁ ἐπιστρέψας ἁμαρτωλὸνにゅー ἐκかっぱ πλάνης ὁδでるたοおみくろんῦ αあるふぁὐτたうοおみくろんῦ σώσει ψぷさいυうぷしろんχかいὴνにゅー αあるふぁὐτたうοおみくろんῦ ἐκかっぱ θανάτου κかっぱαあるふぁὶ καλύψει πぱいλらむだῆθος ἁμαρτιῶνにゅー.